Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 49 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
49.1
Εἰσελθόντος δὲ τοῦ παιδίου ἐν τῷ παλατίῳ ὑπήντησεν αὐτῷ ἡ δέσποινα καὶ ἐδέξατο καὶ κατεφίλησεν, καὶ βαστάζουσα αὐτὸ ἠσπάσατο καὶ τὸν βασιλέα εἰποῦσα· Μακάριος εἶ, δέσποτα, ἐφ' οἷς ἑωράκασιν οἱ ὀφθαλμοί σου ἐν τῇ ζωῇ σου· καὶ ὁ βασιλεὺς ἔχαιρεν ἀκούων. Ἰδοῦσα δὲ αὐτὸν ἡ βασίλισσα ἱλαρὸν εἶπεν· Εἰ δοκεῖ, μάθωμεν τί περιέχει ἡ ἱκεσία, ἵνα πάντως γένηται τὰ ἐν αὐτῇ. Ὁ δὲ βασιλεὺς ἐκέλευσεν τὸν χάρτην ἀναγνωσθῆναι, καὶ ὡς ἀνεγνώσθη εἶπεν· Βαρεῖα μὲν ἡ αἴτησις, βαρυτέρα δὲ ἡ παραίτησις, ἐπειδὴ καὶ πρώτη ἐστὶν ἡ κέλευσις τοῦ ἡμετέρου υἱοῦ. Λέγει δὲ αὐτῷ ἡ δέσποινα· Οὐ μόνον πρώτη κέλευσις, ἀλλὰ καὶ ἐν τούτῳ τῷ ἁγίῳ προσχήματι, καὶ χάριν εὐσεβείας ἡ ἱκεσία καὶ ὑπὸ ὁσίων ἀνδρῶν αἰτηθεῖσα. Μόγις δὲ ὁ βασιλεὺς ἐπένευσεν, τῆς δεσποίνης πολλὰ ἐπιτιθεμένης αὐτῷ. Ταῦτα δὲ πάντα ἀπήγγειλεν ἡμῖν ὁ θεοφιλὴς Ἀμάντιος.

Intertext edge

Open linked passage

Note