Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Γάζα πόλις ἐστὶν τῆς Παλαιστίνης ἐν μεθορίῳ τῆς Αἰγύπτου ὑπάρχουσα, οὐκ ἄσημος δὲ αὕτη τυγχάνουσα, ἀλλὰ καὶ πολύανδρος καὶ τῶν ἐμφανῶν πόλεων οὖσα· ἤκμαζεν δὲ ἐν αὐτῇ κατ' ἐκεῖνο καιροῦ ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία. Ταύτης τὴν ἱερωσύνην ἀπεδέξατο ὁ παρ' ἡμῶν εὐφημούμενος Πορφύριος, πατρίδα μὲν ἐσχηκὼς τὴν ἐπουράνιον Ἱερουσαλήμ (εἰς ταύτην γὰρ καὶ ἀπεγράψατο), τὴν δὲ ἐπίγειον τὴν Θεσσαλονικέων. Γένος δὲ ἦν αὐτοῦ ἐπίσημον. Τούτῳ θεῖος ἔρως ὑπεισῆλθεν καταλεῖψαι πατρίδα καὶ λαμπρότητα γένους καὶ πλοῦτον ἄπειρον καὶ ἀσπάσασθαι τὸν μονήρη βίον, καὶ πλεύσας ἐκ τῆς Θεσσαλονικέων, καταλαμβάνει τὴν Αἴγυπτον. Εὐθέως δὲ ὥρμησεν ἐπὶ τὴν Σκήτην καὶ ἀξιοῦται μετ' ὀλίγας ἡμέρας τοῦ τιμίου προσχήματος. Καὶ συνδιατρίψας ἐκεῖ τοῖς ἁγίοις πατράσι πενταετῆ χρόνον, πάλιν ἄλλος θεῖος ἔρως αὐτῷ ὑπεισῆλθεν προσκυνῆσαι τοὺς ἁγίους καὶ σεβασμίους τοῦ θεοῦ τόπους, καὶ γενόμενος ἐκεῖσε καὶ προσκυνήσας, ἀπελθὼν εἰς τὰ μέρη τοῦ Ἰορδάνου οἴκησεν ἐν σπηλαίῳ, ὁμοίως κἀκεῖ διατρίψας ἔτη πέντε μετὰ πολλῆς κακουχίας. Ἐκ δὲ τῆς πολλῆς ξηρότητος καὶ ἀνωμαλίας τῶν τόπων ἐκείνων περιέπεσεν μεγάλῃ νόσῳ. Ὁρῶν δὲ ἑαυτὸν ἐν ἐσχάτῳ κινδύνῳ, κατ' οἰκονομίαν παρακαλεῖ τινα τῶν γνωρίμων ἀναλαβεῖν αὐτὸν εἰς τὰ Ἱεροσόλυμα· τὸ δὲ πάθος ἦν ἥπατος σκίρωμα μετὰ πυρετοῦ συνεχοῦς λεπτοτάτου. Τοῦ γοῦν τοιούτου πάθους ἐπικρατοῦντος καὶ νύττοντος ἀπαύστως τὰ ἐνδόσθια καὶ τοῦ σώματος τηκομένου, αὐτὸς οὐκ ἐπαύετο καθ' ἡμέραν περιερχόμενος τοὺς ἁγίους τόπους κεκυφὼς καὶ μὴ ἰσχύων ἀνορθῶσαι τὴν ἑαυτοῦ ἡλικίαν, ἀλλὰ ῥάβδῳ ἐπερειδόμενος.