Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
50.1
Τῇ δὲ ἑξῆς ἡμέρᾳ μεταπέμπεται ἡμᾶς ἡ βασίλισσα, καὶ κατὰ τὸ ἔθος προασπασαμένη τοὺς ὁσίους ἐπισκόπους, ἐκέλευσεν καθίσαι καὶ λέγει αὐτοῖς· Εὐχαῖς ὑμετέραις ἐνέβαλέν μοι ὁ θεὸς πῶς χρήσασθαι εἰς τὸ καθ' ὑμᾶς πρᾶγμα, καὶ συνεργείᾳ αὐτοῦ γέγονεν· ἐθεάσασθε δὲ ποίᾳ μεθόδῳ ἐχρησάμην. Ἀλλ' εἰ δοκεῖ, τῇ ἑξῆς μεταπέμπομαι τὸν κυαίστορα καὶ ἐπ' ὄψεσιν ὑμῶν ἐπιτρέπω αὐτῷ ἵνα κατὰ τὴν δύναμιν τῆς ἱκεσίας ὑμῶν ποιηθῇ θεῖον γράμμα ἐξ ὀνόματος τῶν δύο βασιλέων, καὶ ἁπλῶς εἰπεῖν, πάντα ὅσα δἂν εἴπητε αὐτῷ ποιήσει. Οἱ δὲ ἐπίσκοποι καὶ τούτων ἀκούσαντες, πολλὰ ηὐλόγησαν αὐτὴν καὶ τὸν υἱὸν αὐτῆς καὶ τὸν βασιλέα, καὶ διαλεχθέντες καὶ ἄλλα ψυχωφελῆ, συνταξάμενοι ἐξῆλθον. Τῇ δὲ ἑξῆς μετεπέμψατο τὸν κυαίστορα καὶ ἡμᾶς, λέγει δὲ αὐτῷ· Λάβε τὸν χάρτην τοῦτον, καὶ κατὰ τὴν δύναμιν αὐτοῦ διατύπωσον θεῖον γράμμα. Ὁ δὲ κυαίστωρ δεξάμενος τὸν χάρτην, μετὰ σπουδῆς ὑπηγόρευσεν τὸ θεῖον γράμμα, παρόντων ἡμῶν. Ὑπεβάλομεν δὲ αὐτῷ ἀφορίσαι δοῦκας καὶ ὑπατικοὺς εἰς ἄμυναν καὶ τὰ τούτων τάγματα.