Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 51 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
51.1
Ὡς δὲ ἐτελειώθη τὸ θεῖον γράμμα καὶ ὑπεγράφη, παρεκαλέσαμεν τὴν δέσποιναν ἵνα ἐγχειρισθῇ τὴν χρείαν ἀνὴρ τῶν περιφανῶν. Ἐπέτρεψεν δὲ Ἀμαντίῳ ζητῆσαι ἄνδρα ζηλωτὴν Χριστιανὸν τὸν ὀφείλοντα ἐγχειρισθῆναι. Πολλοὶ γὰρ τῶν ἐν ἀξίαις προσποιήτως εἶχον τὴν πίστιν, οὓς μετῆλθεν ἡ θεία δίκη· μαθόντες γὰρ οἱ βασιλεῖς ὅτι οὐκ ὀρθῶς ἔχουσιν περὶ τὴν ἄχραντον πίστιν, περιεῖλον αὐτοὺς τῶν ἀξιωμάτων καὶ ἐζημίωσαν σώματι καὶ χρήματι· ταῦτα δὲ πρὸ τούτου ἐπράχθη. Ὅθεν ἐπέτρεψεν ἡ αὐγοῦστα ὀρθόδοξον ἄνδρα ἐγχειρισθῆναι τὴν καθ' ἡμᾶς χρείαν. Ἐνεχειρίσθη δὲ Κυνήγιος οὕτω καλούμενος τοῦ κωνστιτουρίου, ἀνὴρ θαυμάσιος καὶ ζέων περὶ τὴν πίστιν. Προσκαλεσαμένη δὲ αὐτὸν ἡ αὐγοῦστα, παρήγγειλεν αὐτῷ πάντα τὰ εἰδωλεῖα ἕως ἐδάφους καταστρέψαι καὶ πυρὶ παραδοῦναι. Ἐχαρίσατο δὲ αὐτῷ καὶ ἀπὸ χειρὸς χρήματα εἰποῦσα· Λάβε εἰς δαπάνας, καὶ μηδὲν λάβῃς παρὰ τῶν ὁσιωτάτων ἐπισκόπων. Δεξάμενος δὲ τὰς τοιαύτας ἐντολὰς παρὰ τῆς δεσποίνης ἐξῆλθεν γενόμενος προθυμότερος.

Intertext edge

Open linked passage

Note