Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 52 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
52.1
Διατρίψαντες δὲ τὸ ὑπόλοιπον τοῦ χειμῶνος καὶ ποιήσαντες τὰς ἁγίας ἡμέρας τῆς πασχαλίας καὶ τὴν ἀναστάσιμον, εὐτρεπιζόμεθα ἐκπλεῦσαι. Παρεκαλέσαμεν δὲ τὸν θαυμάσιον Ἀμάντιον μηνῦσαι ἡμᾶς πρὸς τὴν δέσποιναν, ἵνα συνταξώμεθα αὐτῇ. Ὃ δὲ ἀκούσας, ἐλυπήθη διὰ τὸ ἡμᾶς μέλλειν ἐκπλεῖν· τοσοῦτον γὰρ ἡμᾶς ἠγάπησεν ὡς αὐτὸν παρακαλέσαι τὴν δέσποιναν ἀπολῦσαι αὐτὸν ὡς χάριν τοῦ εὔξασθαι εἰς τοὺς ἁγίους καὶ σεβασμίους τόπους. Ἐφοβήθη δὲ ἡ δέσποινα ἀπολῦσαι αὐτόν, ἵνα μὴ κατερχόμενος μονάσῃ καὶ ἀπομείνῃ ἐκεῖ· ἠπίστατο γὰρ τὸν βίον τοῦ ἀνδρός. Ἦν γὰρ κατὰ ἀλήθειαν ἄμεμπτος, πολλὰς ἐλεημοσύνας παρέχων καὶ διὰ παντὸς νηστεύων καὶ ξενοδοχῶν πολλοὺς καὶ συντρέχων εἰς τὰς εὐσεβεῖς χρείας. Τοσαῦτα μὲν περὶ τοῦ θεοφιλοῦς Ἀμαντίου. Ἐμήνυσεν δὲ ἡμᾶς πρὸς τὴν δέσποιναν, καὶ εἰσήλθομεν πρὸς αὐτήν, καὶ λέγει τοῖς ὁσιωτάτοις ἐπισκόποις· Πότε σὺν θεῷ πλέετε; Οἳ δὲ εἶπαν· Διὰ τοῦτο εἰσήλθομεν, συντάξασθαι τῷ ὑμετέρῳ κράτει. Ἣ δὲ εἶπεν· Διὰ παντὸς μνημονεύσατέ μου καὶ τοῦ ἐμοῦ τέκνου.

Intertext edge

Open linked passage

Note