Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
53.1
Εὐθέως δὲ ἐκέλευσεν χρήματα ἐνεχθῆναι, καὶ ἐνεχθέντων, εἶπεν τῷ κυρίῳ μου τῷ ἐπισκόπῳ Πορφυρίῳ· Λάβε, πάτερ, ταῦτα τὰ δύο κεντηνάρια, καὶ κτίσον ἣν συνεταξάμην κτίζειν ἁγίαν ἐκκλησίαν ἐν τῷ μέσῳ Γάζης, καὶ δήλωσόν μοι ἐὰν ἔτι δεηθῇς χρημάτων, καὶ εὐθέως ἀποστέλλω. Κτίσον δὲ καὶ ξενῶνα, ἵνα ὑποδέχῃ τοὺς ἀδελφοὺς τοὺς ἐνδημοῦντας τῇ σῇ πόλει καὶ χορηγῇς αὐτοῖς ἐπὶ τρεῖς ἡμέρας ἀναλώματα. Δέδωκεν δὲ καὶ τῷ ὁσιωτάτῳ Ἰωάννῃ χρυσοῦς χιλίους καὶ τίμια σκεύη ἀμφοτέροις, εἰς δὲ ἀναλώματα δέδωκεν αὐτοῖς ἀνὰ ἐκατὸν χρυσοῦς. Ἤνυσεν δὲ καὶ ὁ προειρημένος ὁσιώτατος Ἰωάννης ὁ ἐπίσκοπος Καισαρείας ὅσα ἠβουλήθη προνόμια εἰς λόγον τῆς αὐτοῦ ἐκκλησίας. Καὶ ποιήσαντες εὐχήν, καὶ πολλὰ εὐλογήσαντες τήν τε δέσποιναν καὶ τὸν υἱὸν αὐτῆς καὶ τὸν βασιλέα, ἐξῆλθον.