Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
54.1
Παρεκάλεσαν δὲ καὶ πρὸς τὸν βασιλέα εἰσελθεῖν, καὶ μηνυθέντες εἰσῆλθον. Ὁ δὲ βασιλεὺς ἐπηρώτα αὐτοὺς εἰς τελείως ἀπηλλάγησαν καὶ εἰ ἐχαρίσατο αὐτοῖς τινα ἡ αὐγοῦστα, αὐτοὶ δὲ εἶπαν ὅτι Τελείως ἀπηλλάγημεν, σῳζομένης τῆς εὐσεβείας ὑμῶν καὶ τῆς θεοφιλεστάτης ὑμῶν συμβίου καὶ τοῦ θεοφυλάκτου ὑμῶν τέκνου, καὶ πολλὰ καὶ μεγάλα ἐστὶν τὰ χαρισθέντα ἡμῖν. Εὐθέως δὲ καὶ ὁ βασιλεὺς ἐκέλευσεν τοῖς ἐπάρχοις ληγατεῦσαι αὐτοῖς ἀπὸ δημοσίων Παλαιστίνης ἀνὰ χρυσοῦ λίτρας εἴκοσι. Δέδωκεν δὲ καὶ αὐτὸς εἰς λόγον δαπανημάτων ἀνὰ δράκαν μίαν, ἅπερ εὑρέθησαν ἀνὰ νομισμάτων πεντήκοντα. Πολλὰ δὲ καὶ αὐτὸν εὐλογήσαντες ἐξῆλθον. Ἐποιήσαμεν δὲ ἐν τῇ πόλει ἄλλας ἡμέρας τρεῖς ἕως οὖ ἐλάβομεν τὴν ληγατιῶνα τῶν τεσσαράκοντα λιτρῶν, καὶ μετὰ τρεῖς ἡμέρας ἐμβαλόμενοι, ἐπλεύσαμεν τῇ κατὰ Γαζαίους Ξανθικοῦ τρίτῃ καὶ εἰκάδι, κατὰ δὲ Ῥωμαίους Ἀπριλλίου ὀκτωκαιδεκάτῃ. Ὁ δὲλαμπρότατος Κυνήγιος μεθ' ἡμᾶς ἐξῆλθεν, χρησάμενος τῷ δημοσίῳ δρόμῳ.