Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
55.1
Ἐφθάσαμεν δὲ τὴν Ῥόδον δι' ἡμερῶν πέντε. Ἐγένετοδὲ ἡμῖν σπουδὴ ἀπελθεῖν πρὸς τὸν ἐν ἁγίοις Προκόπιον τὸν ἀναχωρητήν, καὶ πολλὰ παρακαλεσάντων ἡμῶν τὸν ναύκληρον ἐνδοῦναι ἡμῖν ὥρας τρεῖς, οὐκ ἐνδέδωκεν λέγων ὅτι Τοιοῦτον ἄνεμον οὐκ ἔχω εὑρεῖν ἐπιτήδειον. Ἡμεῖς δὲ αὐτῷ ἐλέγομεν ὅτι Δύνανται αἱ εὐχαὶ τοῦ ἁγίου ἀνδρὸς καὶ σῶσαι ἡμᾶς καὶ ἄνεμον ἐπιτήδειον δοῦναι ἡμῖν. Ὁ δὲ ναύκληρος ἐσκληρύνετο καὶ οὐκ ἐδέχετο ἡμῶν τὴν αἴτησιν, ἀλλ' ὑδρευσάμενοι ἀνήχθημεν. Ἐλυπούμεθα δὲ σφόδρα ἀποτυχόντες τοιαύτης συντυχίας. Ἐδεόμεθα οὖν αὐτοῦ διὰ προσευχῆς συγγνῶναι ἡμῖν καὶ εὔξασθαι ὑπὲρ ἡμῶν, ἵνα σωθῶμεν καὶ τελειώσωμεν τὸ ἔργον ὃ ἐνεχειρίσθημεν.