Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 56 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
56.1
Πλεύσαντες δὲ ἐκ τῆς Ῥόδου καὶ εὐπλοήσαντες ἐπὶ ἡμέρας δύο εὐδίας οὔσης, ἄφνω κινεῖται χειμών, ἄνεμοί τε καὶ ἀστραπαὶ καὶ βρονταὶ καὶ τρικυμίαι, καὶ ἐκορυφοῦτο τὰ κύματα καὶ ἐγίνετο ὡς ὄρη ὑψηλά, καὶ ὑψοῦτο τὸ πλοῖον ὡς ἡμᾶς νομίζειν φθάνειν τὰ νέφη. Ἦσαν δὲ κραυγαὶ καὶ δάκρυα καὶ δεήσεις πρὸς τὸν θεόν. Ἐπεκαλούμεθα δὲ καὶ τὰς εὐχὰς τοῦ ὁσίου Προκοπίου τοῦ ἀναχωρητοῦ. Καὶ γενομένης ἑσπέρας καὶ τοῦ χειμῶνος μὴ κοπάσαντος, ἄγρυπνοι διεμείναμεν πᾶσαν τὴν νύκταν ἐκείνην. Περὶ δὲ τὸν ὄρθρον ἐκ τῆς πολλῆς θλίψεως, μικρὸν ὕπνωσαν οἱ ὁσιώτατοι ἐπίσκοποι, καὶ ὁρᾷ κατὰ τοὺς ὕπνους ὁ ἐμὸς κύριος Πορφύριος τὸν ἐν ἁγίοις Προκόπιον τὸν ἀναχωρητὴν λέγοντα αὐτοῖς· Τὸν ναύκληρον κατηχήσατε καὶ ἀνασφραγίσατε (ἔστιν γὰρ τῆς Ἀρείου μυσαρᾶς αἱρέσεως) καὶ παρασκευάσατε αὐτὸν ἀναθεματίσαι Ἄρειον καὶ τὴν κακοπιστίαν αὐτοῦ, καὶ εὐθέως παύεται ὁ τοσοῦτος κλύδων. Διὰ γὰρ τὸ εἶναι αὐτὸν τῆς εἰρημένης αἱρέσεως οὐ συνεχώρησεν ὑμῖν παραγενέσθαι πρός με. Ὅμως γε κατηχήσατε αὐτόν· δέξασθαι γὰρ ἔχει παρ' ὑμῶν τὸν ὀρθὸν λόγον.

Intertext edge

Open linked passage

Note