Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 57 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
57.1
Ταῦτα ἀκούσας ὁ ἡμέτερος ὅσιος Πορφύριος διυπνίσθη, καὶ προσκαλεσάμενος ἡμᾶς διηγήσατο τὰ ἐν τῷ ὕπνῳ. Εὐθέως δὲ καλέσαντες τὸν ναύκληρον εἴπαμεν αὐτῷ· Θέλεις σωθῆναί σου τὸ πλοῖον καὶ πάντας ἡμᾶς καὶ πρό γε πάντων τὴν ἑαυτοῦ ψυχήν; Ὃ δέ φησιν· Εἰς τοῦτο οὔ τε ἔστιν ἐρωτῆσαι. Εἶπαν δὲ αὐτῷ οἱ ἐπίσκοποι· Ἄρνησαι τὴν κακοπιστίαν σου καὶ πίστευσον εἰς τὴν ὀρθὴν καὶ καθολικὴν πίστιν, καὶ σῴζῃ σὺ καὶ τὸ πλοῖον καὶ πάντες ἡμεῖς· Λέγει αὐτοῖς ὁ ναύκληρος· Ἐπειδὴ ὁρῶ ὑμᾶς ἔχοντας πρόγνωσιν (κατελάβετε γὰρ τὰ ἐν τῇ καρδίᾳ μου τινὸς μὴ ἀπαγγείλαντος ὑμῖν), ἰδοὺ λέγω ὑμῖν· πιστεύω ὡς πιστεύετε καὶ ἀρνοῦμαι τὴν αἵρεσιν Ἀρείου καὶ αὐτὸν τὸν Ἄρειον. Παρακαλῶ δὲ ὑμᾶς κατὰ σχολὴν φωταγωγῆσαί με ἐκ τῶν ἁγίων γραφῶν εἰς τὴν ὀρθὴν πίστιν. Οἱ δὲ ὅσιοι ἐπίσκοποι λαβόντες ἀνεσφράγισαν αὐτόν, ποιήσαντες ἐπ' αὐτῷ εὐχήν· μετέδωκαν δὲ αὐτῷ καὶ ἐκ τῶν θείων μυστηρίων. Ἐν τούτῳ δὲ καὶ ὁ κλύδων ἐπαύσατο, καὶ πρὸς ἑσπέραν ἐτράπη ὁ ἄνεμος, καὶ ἐπλέομεν ἐπιτηδείως, καὶ ποιήσαντες ἐν τῷ πελάγει ἄλλας ἡμέρας τέσσαρας, τῇ πέμπτῃ ὄρθρου κατεπλεύσαμεν εἰς τὸ παράλιον μέρος τῆς Γαζαίων, ὃ καλοῦσιν Μαϊουμᾶν.

Intertext edge

Open linked passage

Note