Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
58.1
Ὡς δὲ ἀπέβημεν, γνόντες οἱ ἐκεῖσε Χριστιανοί, ἐδέξαντο ἡμᾶς μετὰ ψαλμῳδίας, ὁμοίως δὲ καὶ οἱ ἀπὸ τῆς πόλεως, ὡς ἤκουσαν, ὑπήντησαν ἡμῖν, ἔχοντες τὸ σημεῖον τοῦ τιμίου σταυροῦ καὶ αὐτοὶ ψάλλοντες. Συνεμίγησαν δὲ οἱ τῶν δύο τόπων, καὶ ἐγένοντο οὐκ ὀλίγος λαός· πλείους γὰρ ἦσαν οἱ ἀπὸ τῆς παραλίου διὰ τὸ πολλοὺς ἔχειν Αἰγυπτίους ἐμπόρους οἴνων. Οἱ δὲ τῆς εἰδωλομανίας, ὁρῶντες τὰ γινόμενα, ἐπρίοντο, οὐδὲν δὲ ἐτόλμων ποιῆσαι, ἐπειδὴ προήκουσαν πόσην τιμὴν εἶχον οἱ ὁσιώτατοι ἐπίσκοποι παρὰ τοῖς βασιλεῦσιν καὶ ὅτι τὰ εἴδωλα ἤμελλον καταστρέφεσθαι, καὶ ἦσαν ἐν πολλῇ φροντίδι καὶ ἀθυμίᾳ.