Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
59.1
Ὡς δὲ εἰσήλθομεν εἰς τὴν πόλιν περὶ τὸ καλούμενον τετράμφοδον, στήλη ἵστατο ἀπὸ μαρμάρου ἣν ἔλεγον εἶναι Ἀφροδίτης· ἦν δὲ ἐπάνω βωμοῦ λιθίνου, ὑπῆρχεν δὲ τὸ ἐκτύπωμα τῆς στήλης, γυναικὸς γυμνῆς ἐχούσης ὅλα τὰ ἄσχημα αὐτῆς φαινόμενα. Ἐτίμων δὲ τὴν στήλην πάντες οἱ ἀπὸ τῆς πόλεως, μάλιστα αἱ γυναῖκες λύχνους ἅπτουσαι καὶ λίβανον θυμιῶσαι. Ἐφήμιζον γὰρ περὶ αὐτῆς ὅτι χρηματίζει κατ' ὄναρ ταῖς βουλομέναις προσομιλῆσαι γάμῳ, ἠπάτων δὲ ἀλλήλας ψευδόμεναι. Ἐπιτραπέντες δὲ παρὰ τοῦ δαίμονος, πολλάκις χάριν συναλλαγῆς γάμου, τοσοῦτον ἀπέτυχον ὥστε καὶ εἰς διαζύγια αὐτοὺς ἐλθεῖν ἢ κακῶς συνοικῆσαι.