Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
60.1
Ταῦτα δὲ ἔγνωμεν ἐκ τῶν ἀποστραφέντων τὴν πλάνην καὶ ἐπιγνόντων τὴν ἀλήθειαν· ἀλλὰ καί τινες τῶν εἰδωλολατρῶν, μὴ φέροντες τὰς συμφορᾶς τῶν χαλεπῶν συνοικεσίων ὧν ἐπετράπησαν κατὰ κέλευσιν τοῦ δαίμονος τῆς Ἀφροδίτης, ἀγανακτοῦντες ἐξομολογήσαντο τὴν ἀπάτην. Καὶ γὰρ τοιοῦτοι τυγχάνουσιν οἱ δαίμονες εἰς τὸ ἀπατᾶν καὶ μηδ' ὅλως ἀληθὲς λέγειν· οὔτε γὰρ ἔνεστιν αὐτοῖς τὸ βέβαιον εἰδέναι, ἀλλ' ἐξ εἰκότων φαντάζειν τοὺς καταδεδουλωμένους αὐτοῖς προσποιοῦνται. Πῶς γὰρ δύνανται ἀληθεύειν οἱ τῆς ἀληθείας ἐκπεπτωκότες; Εἰ δὲ καὶ ἐπιτύχωσιν εἴς τινα μαντευόμενοι, ἀπὸ συμβάντος τοῦτο γίνεται, ὥσπερ καὶ ἐπὶ τῶν ἀνθρώπων συμβαίνει πολλάκις τινὰ προειπεῖν ἕνεκεν πράγματος, καὶ ἀπὸ συμβάντος γενέσθαι. Εἰς τὰς οὖν ἐπιτυχίας τὰς σπανίως γινομένας ἀπὸ συμβάντος θαυμάζομεν, τὰς δὲ ἀποτυχίας δὲ συνεχῶς γινομένας σιωπῶμεν. Τοσαῦτα μὲν περὶ δαιμόνων καὶ τῆς πλάνης αὐτῶν.