Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
61.1
Ἐκπλευσάντων δὲ ἡμῶν εἰς τὴν πόλιν, καθὼς εἴρηται, ὡς ἐφθάσαμεν τὸν τόπον ἔνθα ὑπῆρχεν τὸ εἰρημένον εἴδωλον τῆς Ἀφροδίτης (ἐβάσταζον δὲ Χριστιανοὶ τὸ τίμιον ξύλον τοῦ Χριστοῦ, τουτέστιν τὸν τύπον τοῦ σταυροῦ), ἑωρακὼς ὁ ἐνοικῶν δαίμων ἐν τῇ στήλῃ, μὴ φέρων ἰδεῖν τὸ φοβερὸν σημεῖον, ἐξελθὼν ἐκ τοῦ μαρμάρου μετὰ ἀταξίας πολλῆς, ἔρριψεν αὐτὴν τὴν στήλην καὶ συνέκλασεν αὐτὴν εἰς πολλὰ κλάσματα. Ἔτυχεν δὲ δύο ἄνδρας τῶν εἰδωλολατρῶν παρίστασθαι τῷ βωμῷ ἐν ᾧ ἵστατο ἡ στήλη, καὶ συμπεσοῦσα, τοῦ μὲν τὴν κεφαλὴν ἐδιχοτόμησεν, τοῦ δὲ τὸν ὦμον καὶ τὸν καρπὸν κατέκλασεν· ἵσταντο γὰρ ἀμφότεροι μυκτηρίζοντες τὸν ἅγιον λαόν.