Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 62 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
62.1
Πολλοὶ δὲ τῶν Ἑλλήνων θεασάμενοι τὸ σημεῖον τὸ γενόμενον ἐπίστευσαν, καὶ συμμιγέντες τοῖς λαϊκοῖς συνεισῆλθον αὐτοῖς εἰς τὴν ἁγίαν ἐκκλησίαν τὴν ἐπώνυμον Εἰρήνην. Ἐγένετο δὲ χαρὰ μεγάλη τοῖς Χριστιανοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ κατὰ τρεῖς τρόπους· κατὰ πρώτην τάξιν ὅτι ἀπέλαβον τὸν ἱερέα ὑγιαίνοντα καὶ καταθυμίως πράξαντα, κατὰ δὲ τὴν δευτέραν ὅτι συνετρίβησαν οἱ θεοὶ τῶν ἐθνῶν καὶ ἐγένοντο ὡσεὶ κονιορτὸς διασκορπιζόμενος ἀπὸ ἅλωνος θερινῆς, ἀλλὰ καὶ οἱ ὅμοιοι αὐτῶν συγκεκλασμένοι ἐγένοντο, πεποιθότες ἐπ' αὐτοῖς, κατὰ τὴν τρίτην δὲ τὴν μείζονα τῶν ἄλλων ὅτι καὶ ἐσώθησαν ψυχαὶ πλανώμεναι καὶ προσετέθησαν τῇ τοῦ Χριστοῦ ποίμνῃ. Σφραγίσας δὲ αὐτοὺς ὁ ἐπίσκοπος, ἀπέλυσεν μετ' εἰρήνης, παραγγείλας αὐτοῖς σχολάζειν ταῖς ἁγίαις προσευχαῖς. Ἦσαν δὲ τὸν ἀριθμὸν ἄνδρες τριάκοντα δύο καὶ γυναῖκες ἑπτά. Ποιήσας δὲ ὁ ἀρχιεπίσκοπος Ἰωάννης ἄλλας δύο ἡμέρας ἐν Γάζῃ, ἐξῆλθεν ἐπὶ Καισάρειαν, πάντων τῶν Χριστιανῶν καὶ τοῦ ὁσίου ἐπισκόπου ἀποκαταστησάντων αὐτὸν ἕως δύο μιλίων.

Intertext edge

Open linked passage

Note