Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
63.1
Μετὰ δὲ δεκάτην ἡμέραν, κατέλαβεν ὁ θαυμάσιος Κυνήγιος, ἔχων μεθ' ἑαυτοῦ τὸν ὑπατικὸν καὶ τὸν δοῦκα καὶ πολλὴν στρατιωτικὴν καὶ πολιτικὴν χεῖρα. Προέγνωσαν δὲ πολλοὶ τῶν εἰδωλολατρῶν καὶ ἐξῆλθον τῆς πόλεως, οἳ μὲν εἰς κώμας, ἄλλοι δὲ εἰς ἑτέρας πόλεις· ἦσαν δὲ οἱ πλείους τῶν πλουσίων τῆς πόλεως. Ἐμητάτευσεν δὲ τοὺς οἴκους τῶν φυγόντων ὁ εἰρημένος Κυνήγιος. Τῇ δὲ ἑξῆς προσκαλεσάμενος τοὺς τῆς πόλεως, παρόντων τοῦ τε δουκὸς καὶ τοῦ ὑπατικοῦ ἐνεφάνισεν αὐτοῖς τὰ βασιλικὰ γράμματα τὰ παρακελευόμενα ὥστε καταστραφῆναι τὰ εἰδωλεῖα καὶ πυρὶ παραδοθῆναι. Εὐθέως δὲ ἀκούσαντες οἱ εἰδωλολάτραι οἴμωξαν μεγάλῃ τῇ φωνῇ, ὥστε τοὺς ἄρχοντας ἀγανακτῆσαι καὶ μετὰ ἀπειλῆς ἐπιπέμψαι αὐτοῖς στρατιώτας τύπτοντας αὐτοὺς ῥάβδοις καὶ σκυτάλαις.