Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
64.1
Οἱ δὲ Χριστιανοὶ μετὰ χαρᾶς μεγάλης ἀνευφήμουν τοὺς βασιλεῖς καὶ τοὺς ἄρχοντας. Εὐθέως δὲ ὥρμησαν μετὰ τῶν ἀρχόντων καὶ τῶν ταγμάτων, καὶ κατέστρεψαν τὰ εἰδωλεῖα. Ἦσαν δὲ ἐν τῇ πόλει ναοὶ εἰδώλων δημόσιοι ὀκτώ, τοῦ τε Ἡλίου καὶ τῆς Ἀφροδίτης καὶ τοῦ Ἀπόλλωνος καὶτῆς Κόρης καὶ τῆς Ἑκάτης καὶ τὸ λεγόμενον Ἡρωεῖον καὶ τῆς Τύχης τῆς πόλεως, ὃ ἐκάλουν Τυχαῖον, καὶ τὸ Μαρνεῖον, ὃ ἔλεγον εἶναι τοῦ Κρηταγενοῦς Διός, ὃ ἐνόμιζον εἶναι ἐνδοξότερον πάντων τῶν ἱερῶν τῶν ἁπανταχοῦ. Ἦσαν δὲ καὶ ἄλλα πλεῖστα εἴδωλα ἐν ταῖς οἰκίαις καὶ ἐν ταῖς κώμαις, ἅτινα οὐδεὶς ἠδύνατο καθυποβαλεῖν ἀριθμῷ· οἱ γὰρ δαίμονες δραξάμενοι τῆς προαιρέσεως τῶν Γαζαίων, ὡς εἰσὶν εὐμετάγωγοι, ἐπλήρωσαν τῆς πλάνης πᾶσαν αὐτῶν τὴν πόλιν καὶ περιοικίδα. Τοῦτο δὲ ὑπομένουσιν ἀπὸ πολλῆς ἁπλότητος. Διὸ μεταφερόμενοι εἰς τὴν ἁγίαν πίστιν Χριστιανοὶ ζηλωταὶ γίνονται. Τοσαῦτα μὲν περὶ τῶν Γαζαίων.