Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 65 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
65.1
Ἐπιτραπέντες οὖν οἱ στρατιῶται μετὰ τῶν Χριστιανῶν τῆς πόλεως καὶ τοῦ παραθαλαττίου αὐτῆς μέρους, ὥρμησαν ἐπὶ τὰ εἰδωλεῖα, καὶ πρῶτον βουληθέντες καταστρέψαι τὸ λεγόμενον Μαρνεῖον, ἀνεκρούσθησαν· οἱ γὰρ ἱερεῖς τοῦ εἰδωλείου ἐκείνου προακούσαντες, ἔσωθεν τὰς θύρας τοῦ ἐνδοτέρου ναοῦ λίθοις μεγάλοις προέφραξαν, καὶ καταγαγόντες εἰς τὰ λεγόμενα ἄδυτα ὅσα ἦν τῷ ἱερῷ τίμια σκεύη, ἔτι δὲ καὶ αὐτὰ τὰ ζῴδια τῶν θεῶν αὐτῶν, ἐκεῖ ἔκρυψαν, καὶ διὰ τῶν αὐτῶν ἀδύτων ἔφυγον δι' ἄλλων ἀνόδων· ἔλεγον γὰρ τὰ εἰρημένα ἄδυτα ἔχειν πολλὰς ἀνόδους εἰς διαφόρους τόπους. Ἀνακρουσθέντες οὖν, καθὼς προεῖπον, ἐτράπησαν ἐπὶ τὰ ἄλλα εἰδωλεῖα καὶ τὰ μὲν κατέστρεψαν, τὰ δὲ πυρὶ παρέδωκαν, ἁρπάσαντες πάντα τὰ ἐν αὐτοῖς σκεύη τίμια. Ἦν δὲ ὁ ἐν ἁγίοις Πορφύριος ἀναθεματίσας ἐν τῇ ἐκκλησίᾳ πάντα Χριστιανὸν πολίτην λαμβάνοντά τί ποτε ἐκ τῶν εἰδωλείων εἰς ἴδιον κέρδος· οὐδεὶς οὖν τῶν πολιτῶν τῶν πιστῶν ἐλάμβανεν οὐδέν, εἰ μὴ οἱ στρατιῶται καὶ οἱ παρεπίδημοι ἐκεῖσε εὑρεθέντες. Περιῆγον οὖν μετὰ τῶν λαϊκῶν ἄνδρες εὐλαβεῖς τοῦ κλήρου καὶ αὐτὸς ὁ ὅσιος ἐπίσκοπος Πορφύριος, ἀνακόπτοντες αὐτοὺς μηδὲν σφετερίσασθαι. Ἐποίησαν δὲ ἡμέρας δέκα καταστρέφοντες τοὺς ναοὺς τῶν εἰδώλων.

Intertext edge

Open linked passage

Note