Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 66 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
66.1
Μετὰ δὲ τὰς εἰρημένας ἡμέρας, ἐβουλεύσαντο καὶ περὶ τοῦ Μαρνείου πῶς αὐτῷ χρήσονται. Οἳ μὲν γὰρ ἔλεγον, κατασκαφῆναι αὐτό, ἄλλοι δὲ κατακαῆναι, ἄλλοι δὲ καθαρισθῆναι τὸν τόπον καὶ ἁγιασθῆναι εἰς ἐκκλησίαν θεοῦ, καὶ ἦν πολλὴ περὶ τούτου ἡ σκέψις. Τέλος δὲ ὁ ἐν ἁγίοις ἐπίσκοπος κηρύσσει νηστείαν τῷ λαῷ καὶ δέησιν, ἵνα ἀποκαλύψῃ αὐτοῖς ὁ κύριος πῶς δεῖ αὐτῷ χρήσασθαι, καὶ νηστεύσαντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ δεηθέντες τοῦ θεοῦ περὶ τούτου, ἑσπέρας ἐπετέλεσαν τὴν ἁγίαν σύναξιν. Τῆς δὲ συνάξεως ἐπιτελουμένης, παιδίον ὡς ἑπτὰ ἐνιαυτῶν, ἱστάμενον μετὰ τῆς ἰδίας μητρός, ἄφνω ἀνέκραξεν λέγον· Καύσατε τὸν ναὸν τὸν ἔνδον ἕως ἐδάφους· πολλὰ γὰρ δεινὰ γέγονεν ἐν αὐτῷ, μάλιστα αἱ ἀνθρώπων θυσίαι. Τοιούτῳ δὲ τρόπῳ καύσατε αὐτόν. Ἀγάγετε ὑγρὰν πίσσαν θεῖόν τε καὶ στέαρ χοίρεον καὶ μίξατε τὰ τρία καὶ χρίσατε τὰς χαλκᾶς θύρας καὶ ἐπ' αὐτὰς τὸ πῦρ ἐπιβάλετε, καὶ οὕτως πᾶς ὁ ναὸς καίεται· ἄλλως γὰρ οὐκ ἔστιν δυνατόν. Τὸν δὲ ἐξώτερον ἐάσατε σὺν τῷ περιβόλῳ. Καὶ μετὰ τὸ καῆναι, καθάραντες τὸν τόπον, ἐκεῖ κτίσατε ἁγίαν ἐκκλησίαν. Ἔλεγεν δὲ καὶ τοῦτο· Μαρτύρομαι ὑμᾶς ἐνώπιον τοῦ θεοῦ, ἄλλως μὴ γένηται· οὔτε γὰρ ἐγώ εἰμι ὁ λαλῶν, ἀλλ' ὁ Χριστὸς ὁ ἐν ἐμοὶ λαλῶν· ταῦτα δὲ ἔλεγεν τῇ Σύρων φωνῇ. Ὡς δὲ ἤκουσαν πάντες ἐθαύμαζον καὶ ἐδόξαζον τὸν θεόν.

Intertext edge

Open linked passage

Note