Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
67.1
Ἦλθεν δὲ τὸ θαῦμα τοῦτο καὶ εἰς τὰς τοῦ ὁσίου ἐπισκόπου ἀκοάς, καὶ ἀνατείνας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν ἐδόξασεν τὸν θεὸν καὶ εἶπεν· Δόξα σοι, πάτερ ἅγιε, ὅτι ἀπέκρυψας ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ταῦτα ἀπεκάλυψας νηπίοις. Ἐπέτρεψεν δὲ τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ μετὰ τὴν ἀπόλυσιν τῆς ἐκκλησίας εὑρεθῆναι ἐν τῷ ἐπισκοπείῳ, καὶ ἀποχωρίσας τὸ παιδίον εἶπεν τῇ γυναικί· Ὁρκίζω σε κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰπεῖν εἰ καθ' ὑποβολὴν σὴν ἢ ἄλλου τινός, γινωσκούσης σου αὐτόν, τὸ παιδίον τὸ σὸν ἐφθέγξατο ἐκεῖνα ἃ εἶπεν περὶ τοῦ Μαρνείου. Ἡ δὲ γυνὴ ἀκούσασα εἶπεν· Παραδίδωμι ἐμαυτὴν τῷ φοβερῷ καὶ φρικτῷ βήματι τοῦ Χριστοῦ, εἰ προέγνων τί ποτε ὧν ἐφθέγξατο ὁ υἱός μου ἐν ταύτῃ τῇ ἡμέρᾳ. Ἀλλ' εἰ δοκεῖ σοι, ἰδοὺ τὸ παιδίον λαβὼν μετὰ ἀπειλῆς ἐξέτασον αὐτό, καὶ ἐὰν καθ' ὑποβολήν τινος ταῦτα λελάληκεν, φόβῳ ὁμολογεῖ, εἰ δὲ μηδὲν ἄλλο λαλήσει, δῆλόν ἐστιν ὅτι ὑπὸ πνεύματος ἁγίου ἐνεπνεύσθη. Ἀκούσας δὲ ὁ ἐπίσκοπος τὸν λόγον τῆς γυναικὸς καὶ ἐπαινέσας, εἶπεν ἀποχωρισθῆναι αὐτὴν πρὸς βραχὺ καὶ τὸ παιδίον εἰσενεχθῆναι, καὶ σταθέντος τοῦ παιδίου εἶπεν αὐτῷ· Τίς σοι ὑπέβαλεν φθέγξασθαι ἐν τῇ ἐκκλησίᾳ ἐκεῖνα ἃ ἐλάλησας χάριν τοῦ Μαρνείου; Τὸ δὲ παιδίον ἐσιώπα. Ἐπέτρεψεν δὲ ὁ ὁσιώτατος ἐπίσκοπος μάστιγα ἐνεχθῆναι καὶ ἀναταθῆναι τὸ παιδίον πρὸς τὸ φοβηθῆναι αὐτό. Ὁ δὲ τὴν μάστιγα κατέχων μετὰ φωνῆς ἀνέκραξεν λέγων· Τίς σοι εἶπεν λαλῆσαι; εἰπέ, ἵνα μὴ τῇ μάστιγι πληγῇς. Ὁ δὲ παῖς ἐνεὸς ἵστατο μηδὲν φθεγγόμενος. Τότε ἡμεῖς οἱ περὶ αὐτὸν τὰ αὐτὰ αὐτῷ ἐλέγομεν μετὰ ἀπειλῆς· ὃ δὲ ἦν ἀκίνητος.