Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 68 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
68.1
Τέλος μετὰ τὸ παύσασθαι πάντας ἀνοίξας τὸ στόμα αὐτοῦ, ὁ παῖς εἶπεν τῇ ἑλληνικῇ διαλέκτῳ· Καύσατε τὸν ναὸν τὸν ἔνδον ἕως ἐδάφους· πολλὰ γὰρ δεινὰ γέγονεν ἐν αὐτῷ, μάλιστα αἱ ἀνθρώπων θυσίαι. Τοιούτῳ δὲ τρόπῳ καύσατε αὐτόν. Ἀγάγετε ὑγρὰν πίσσαν καὶ θεῖον καὶ στέαρ χοίρεον καὶ μίξατε τὰ τρία καὶ χρίσατε τὰς χαλκᾶς θύρας καὶ ἐπ' αὐτὰς τὸ πῦρ ἐπιβάλετε, καὶ οὕτως πᾶς ὁ ναὸς καίεται· ἄλλως γὰρ οὐκ ἔστιν δυνατὸν γενέσθαι. Τὸν δὲ ἐξώτερον ἐάσατε σὺν τῷ περιβόλῳ. Καὶ μετὰ τὸ καῆναι, καθάραντες τὸν τόπον, ἐκεῖ κτίσατε ἁγίαν ἐκκλησίαν. Μαρτύρομαι ὑμᾶς πάλιν ἐνώπιον τοῦ θεοῦ, ἄλλως μὴ γένηται. Οὔτε γὰρ ἐγώ εἰμι ὁ λαλῶν, ἀλλ' ὁ Χριστὸς ὁ ἐν ἐμοί. Ἐθαύμασεν δὲ ὁ ὁσιώτατος Πορφύριος καὶ πάντες οἱ σὺν αὐτῷ, ἀκούσαντες τῆς παρρησίας τοῦ παιδὸς καὶ πῶς εὐδιαιρέτως ὡμίλησεν. Προσκαλεσάμενος δὲ τὴν αὐτοῦ υἱὸς τὴν ἑλληνικὴν γλῶσσαν. ἣ δὲ διεβεβαιοῦτο ὅρκοις μηδὲ αὐτὴν μηδὲ τὸ αὐτῆς τέκνον εἰδέναι ἑλληνιστί. Ἀκούσας πάλιν ὁ ὁσιώτατος Πορφύριος ἐδόξασεν τὸν θεόν, καὶ ἀναγαγὼν τρία νομίσματα δέδωκεν τῇ γυναικί. Ὁ δὲ παῖς θεασάμενος τὰ νομίσματα ἐν τῇ χειρὶ τῆς αὐτοῦ μητρός, ἀνεβόησεν λέγων τῇ συριακῇ γλώσσῃ· Μὴ λάβῃς, μῆτερ, μὴ καὶ σὺ πωλήσῃς τὴν δωρεὰν τοῦ θεοῦ χρυσίῳ. Πάλιν δὲ ἀκούσαντες ὑπερεθαυμάσαμεν. Ἡ δὲ γυνὴ ἀπέδωκεν τὰ τρία νομίσματα εἰποῦσα τῷ ἐπισκόπῳ· Εὖξαι ὑπὲρ ἐμοῦ καὶ τοῦ ἐμοῦ τέκνου καὶ παράθου ἡμᾶς τῷ θεῷ. Ὁ δὲ ὅσιος ἐπίσκοπος ἀπέλυσεν αὐτοὺς μετ' εἰρήνης.

Intertext edge

Open linked passage

Note