Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
69.1
Ὄρθρου δὲ συναγαγὼν τοὺς εὐσεβεῖς κληρικοὺς καὶ τὸν φιλόχριστον λαόν, ἔτι δὲ καὶ τὸν θαυμάσιον Κυνήγιον καὶ τοὺς ἄρχοντας, εἶπεν αὐτοῖς πῶς ἀπεφθέγξατο τὸ παιδίον χάριν τοῦ Μαρνείου. Ἀκούσαντες δὲ ἐθαύμασαν, καὶ ὁμονοήσαντες εἶπαν ἵνα κατὰ τὸ ῥῆμα τοῦ παιδὸς οὕτως καυθῇ. Ἀγαγόντες οὖν τὴν ὑγρὰν πίσσαν καὶ τὸ θεῖον καὶ τὸ χοίρεον στέαρ καὶ μίξαντες τὰ τρία, ἔχρισαν τὰς ἐνδοτέρας θύρας, καὶ ποιήσαντες εὐχὴν προσῆψαν τὸ πῦρ, καὶ εὐθέως διέλαβεν πᾶς ὁ ναὸς καὶ ἐκαύθη. Ὅσοι δὲ τῶν στρατιωτῶν καὶ τῶν ξένων ἠδύναντο, διήρπαζον ἐκ τοῦ πυρὸς ἃ ηὕρισκον, εἴτε χρυσὸν εἴτε ἄργυρον ἢ σίδηρον ἢ μόλιβδον.