Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Τοῦτο δὲ μόνον αὐτὸν ἐλύπει καὶ ἔδακνεν τὸ διαμεῖναι τὴν περιουσίαν καὶ μὴ κατὰ τὸν εὐαγγελικὸν λόγον διαπραθῆναι καὶ διανεμηθῆναι τοῖς πτωχοῖς. Αἴτιον δὲ τούτου τοῦ ἐμποδισμοῦ γέγονεν τὸ εἶναι τοὺς ἀδελφοὺς αὐτοῦ παῖδας τυγχάνοντας ἡνίκα ἐξεδήμησεν τῆς ἰδίας πατρίδος. Ἀνιώμενος οὖν ἐπὶ τούτῳ, αἰτεῖ με ἤδη συνήθη αὐτῷ ὄντα (ἐξυπηρετούμην γὰρ αὐτῷ διὰ τὴν αὐτοῦ ἀσθένειαν) πλεῦσαι εἰς Θεσσαλονίκην καὶ διανεῖμαι τὴν οὐσίαν μετὰ τῶν αὐτοῦ ἀδελφῶν, καὶ δούς μοι βιβλίον ἐντολῆς καὶ παραθέμενός με τῷ κυρίῳ ἀπέλυσεν, παρασχὼν ἐλάχιστα δαπανήματα· οὔτε γὰρ ηὐπόρει τότε. Εὐθέως δὲ κατελθὼν εἰς Ἀσκάλωνα καὶ εὑρὼν πλοῖον ἀνήχθην, καὶ δι' ἡμερῶν δέκα τριῶν εὐπλοήσαντες, ἐγενόμεθα εἰς Θεσσαλονίκην, καὶ ἐμφανίσας τὴν ἔγγραφον ἐντολήν, διένειμον τὰ πράγματα μετὰ τῶν αὐτοῦ ἀδελφῶν. Διαπέπρακα δὲ αὐτοῖς τὰ λαχόντα μοι κτήματα χρυσῶν τρισχιλίων, τὰ δὲ ἐσθήματα καὶ ἀργυρώματα ἤγαγον μεθ' ἑαυτοῦ καὶ ἄλλους χρυσοῦς χιλίους τετρακοσίους, καὶ συναγαγὼν πάντα διὰ μηνῶν τριῶν, ἐπανέπλευσα φθάσας δι' ἡμερῶν δέκα δύο εἰς τὸ ἐμπορεῖον Ἀσκάλωνος, κἀκεῖθεν μισθωσάμενος κτήνη καὶ ταῦτα φορτώσας, ἀνῆλθον εἰς τὴν ἁγίαν πόλιν. Εὐθέως δὲ ὡς ἐθεάσατό με ὁ τρισμακάριος, περιεπτύξατό με μετὰ χαρᾶς καὶ δακρύων (δύναται καὶ χαρὰ κινῆσαι δάκρυον), ἐγὼ δὲ αὐτὸν οὐκ ἔγνων· εἶχεν γὰρ τὸ σῶμα ἐρρωμένον σφόδρα καὶ τὴν ὄψιν ἐρυθράν. Ἀνεκύλιον δὲ τοὺς ἐμοὺς ὀφθαλμοὺς πυκνῶς αὐτῷ ἐνορῶν.