Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 70 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
70.1
Ἦν δὲ ἀνὴρ τῶν ἐκεῖσε ἐξάρχων τῶν στρατιωτῶν, ὃν τριβοῦνον καλοῦσιν, ἐφιστάμενος τῇ καύσει τοῦ ναοῦ· ἦν δὲ Χριστιανὸς κατὰ τὸ φαινόμενον, κατὰ δὲ τὸ ἄδηλον τοῖς πολλοῖς, ἦν εἰδωλολάτρης. Οὗτος οὖν παριστάμενος καὶ ὁρῶν τήν τε καῦσιν καὶ τὴν διαρπαγὴν τὴν ὑπὸ τῶν στρατιωτῶν ἐπρίετο, καὶ προφάσει τῆς εὐταξίας αὐτῶν ἐμάστιζεν ἀφειδῶς ὃν ηὕρισκεν φέροντά τι τῶν σκύλων. Τούτων γινομένων καὶ καταφθαρέντων τῶν τοίχων ἐκ τοῦ πυρός, ἄφνω ξύλον καιόμενον ἐπιπίπτει τῷ τριβούνῳ καὶ διπλοῦν τὸν θάνατον ἐπάγει αὐτῷ· διαρρῆξαν γὰρ τὴν κεφαλὴν αὐτοῦ, τὸ ὑπόλοιπον σῶμα ἔκαυσεν. Καὶ εὐθέως οἵ τε πιστοὶ στρατιῶται καὶ οἱ τοῦ φιλοχρίστου λαοῦ γνόντες τὰ κατ' αὐτόν, ὅτι ἐπιρρεπὴς ἦν πρὸς τὰ εἴδωλα, ἐδόξασαν τὸν θεὸν καὶ εἶπαν ἐκεῖνον τὸν ψαλμὸν τὸν λέγοντα· «Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός; Ἀνομίαν ὅλην τὴν ἡμέραν ἐλογίσατο ἡ γλῶσσά σου. Ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. Διὰ τοῦτο ὁ θεὸς καθέλοι σε εἰς τέλος, ἐκτίλαι σε, καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων» καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ. Ἐπέμενεν δὲ τὸ ἱερὸν καιόμενον ἐπὶ πλείστας ἡμέρας.

Intertext edge

Open linked passage

Note