Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
72.1
Προσέτρεχον δὲ πολλοὶ τῇ ἁγίᾳ πίστει, καὶ οἳ μὲν φόβῳ οἳ δὲ καταγινώσκοντες τῆς προτέρας ἑαυτῶν διαγωγῆς, πᾶσι δὲ τὰς θύρας ἤνοιγεν ἡ ἁγία ἐκκλησία· ἐμνημόνευε γὰρ τῆς ἁγίας γραφῆς τῆς λεγούσης· «Τῷ κρούοντι ἀνοιγήσεται καὶ ὁ ζητῶν εὑρίσκει» καὶ πάλιν· «Εἴτε προφάσει εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται». Ἔλεγον δὲ καί τινες τῶν πιστῶν τῷ ὁσίῳ ἐπισκόπῳ ὅτι οὐκ ἔδει δέξασθαι τοὺς διὰ φόβον προσεχομένους, ἀλλὰ τοὺς ἀγαθῇ προαιρέσει.