Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 73 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
73.1
Ὁ δὲ ὅσιος ἐπίσκοπος ἔλεγεν πρὸς τοὺς ταῦτα λέγοντας· Εἰσὶν καὶ περιστατικαὶ ἀρεταὶ συμβαίνουσαι τοῖς ἀνθρώποις· ὥσπερ γὰρ οἰκέτην τις κεκτημένος ἀγνώμονα πρότερον νουθετεῖ αὐτὸν διὰ παντὸς εὐγνωμονῆσαι καὶ ἁπλῇ καρδίᾳ ἐξυπηρετήσασθαι, ἐπὰν δὲ οὐδαμῶς αὐτὸν εὕρῃ πειθόμενον τῇ νουθεσίᾳ, τότε λοιπὸν κατὰ ἀνάγκην τούτῳ ἐπάγει τὸν φόβον καὶ πληγὰς καὶ δεσμὰ καὶ ἄλλα τοιαῦτα, οὐ θέλων αὐτὸν ἀπολέσαι ἀλλὰ σῶσαι καὶ ἐπιγνῶναι τὸ δέον, τοιοῦτον καὶ τὸν θεὸν ὑπολάβετε μακροθυμοῦντα ἐπὶ τῇ ἀγνωμοσύνῃ ἡμῶν, πολλάκις δὲ παραινοῦντα ἡμῖν τὰ συμφέροντα διά τε γραφῶν καὶ ἄλλων ἁγίων ἀνδρῶν, ἡμῶν δὲ μὴ πειθομένων, θέλων ἐν πᾶσιν ὡς ἀγαθὸς καὶ φιλάνθρωπος δεσπότης κτήσασθαι ἡμᾶς καὶ μὴ ἀπώσασθαι, τὸν φόβον αὐτοῦ καὶ τὴν παιδείαν ἐπάγει ἡμῖν, προσκαλούμενος ἡμᾶς μετ' ἀνάγκης ἐπιγνῶναι τὸ δέον. Διὸ λέγει ἡ θεία γραφή· «Ὅταν ἀπέκτεννεν αὐτούς, τότε ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν θεόν». Καὶ πάλιν λέγει διὰ τοὺς ἀποσκιρτῶντας καὶ δυσαυχενοῦντας ἐκ τοῦ θεοῦ· «Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις τῶν μὴ ἐγγιζόντων πρὸς σέ». Χρεία οὖν ἐστι, τέκνα μου, τὴν ἀνθρωπότητα ὑπομνῄσκεσθαι διά τε φόβων καὶ ἀπειλῶν καὶ παιδείας. Διὰ τοῦτο πάλιν λέγει· «Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου». Ταῦτα δέ μοι εἴρηται διὰ τοὺς βουλομένους προσελθεῖν τῇ ἁγίᾳ ἡμῶν πίστει. Εἰ γὰρ καὶ διστάζοντες προσέλθωσιν, δύναται καὶ ὁ χρόνος αὐτοὺς μαλάξαι, Χριστοῦ ἐπινεύοντος. Ἵνα δὲ καὶ τὸ ἄλλο ἀπαγγείλω ὑμῖν, ὅτι ἐὰν μὴ ὀφθῶσιν ἄξιοι τῆς πίστεως, ἤδη γενόμενοι ἐν ἕξει τοῦ κακοῦ, οἱ ἐξ αὐτῶν γενόμενοι δύνανται σωθῆναι συναναστρεφόμενοι τῷ ἀγαθῷ.

Intertext edge

Open linked passage

Note