Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
74.1
Ταῦτα εἰπὼν ὁ ὅσιος Πορφύριος καὶ πείσας τοὺς ἀδελφούς, πάντας τοὺς βουλομένους φωτισθῆναι ἐδέξατο, κατηχήσας αὐτοὺς ἐπὶ πολλὰς ἡμέρας οὐ μόνον πρὸ τοῦ βαπτίσματος, ἀλλὰ καὶ μετὰ ταῦτα· συνεχῶς γὰρ ἐδίδασκεν τὸν λόγον, οὐχ ὁμιλῶν κομπῷ λόγῳ θέλων ἐπιδείξασθαι, ἀλλ' ἁπλῇ φράσει διδάσκων, καὶ ἐπιλύων πάντα ἀπὸ τῆς γραφῆς. Προσετέθησαν οὖν τῇ τοῦ Χριστοῦ ποίμνῃ ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ ὡσεὶ ὀνόματα τριακόσια, καὶ ἐξ ἐκείνου καθ' ἕκαστον ἔτος αὔξησιν ἐπεδέχετο τὰ Χριστιανῶν.