Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
75.1
Καυθέντος δὲ εἰς τέλος τοῦ Μαρνείου καὶ τῆς πόλεως κατασταθείσης, ἐβουλεύσατο ὁ μακάριος ἐπίσκοπος μετὰ τῶν ἀπὸ τοῦ εὐαγοῦς κλήρου καὶ τοῦ φιλοχρίστου λαοῦ ἁγίαν ἐκκλησίαν κτίσαι ἐν τῷ καυθέντι τόπῳ, καθὼς αὐτῷ ἀπεκαλύφθη ἡνίκα ἐτύγχανεν ἐν Κωνσταντινουπόλει, δι' ὃ καὶ τὰ χρήματα ἔλαβεν παρὰ τῆς θεοφιλεστάτης Εὐδοξίας τῆς βασιλίδος. Ἀπολύσας οὖν τούς τε ἄρχοντας καὶ τὸν φιλόχριστον λαόν, μέρος τῆς βοηθείας κατέσχεν διὰ τὸ μὴ γενέσθαι νεωτερισμόν τινα μετὰ τὴν αὐτῶν ἔξοδον, οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ διὰ τὸ συμβοηθῆσαι χάριν τοῦ συναγαγεῖν τὰς ὕλας τῆς οἰκοδομῆς τῆς εἰρημένης ἁγίας ἐκκλησίας. Συνεβούλευον οὖν τινες κτισθῆναι αὐτὴν κατὰ τὴν θέσιν τοῦ καυθέντος εἰδωλείου· στρογγυλοειδὲς γὰρ ὑπῆρχεν, περιβεβλημένον δυσὶν στοαῖς ἀλληλοεσωτέραις, τὸ δὲ μέσον αὐτοῦ ἦν ἀναφυσητὸν κιβώριον καὶ ἀνατεταμένον εἰς ὕψος, εἶχεν δὲ καὶ ἄλλα τινὰ ἃ τοῖς εἰδώλοις ἔπρεπεν, εὔθετα δὲ πρὸς τὰ γινόμενα παρὰ τῶν εἰδωλομανῶν μυσαρά τε καὶ ἀθέμιτα. Κατὰ ταύτην οὖν τὴν θέσιν ἔλεγόν τινες τὴν ἁγίαν κτισθῆναι ἐκκλησίαν, ἄλλοι δὲ ἀντέλεγον λέγοντες καὶ αὐτὴν τὴν μνήμην τῆς θέσεως ὀφείλειν περιαιρεθῆναι· οἱ δὲ τοῦτο λέγοντες ἔπειθον πάντας, ὡς καλῶς εἰπόντες· ὁ δὲ ὅσιος ἐπίσκοπος ἔλεγεν· Καὶ τοῦτο καταλείψωμεν τῇ βουλῇ τοῦ θεοῦ. Ἐν ὅσῳ δὲ καθαίρεται ὁ τόπος, καταλαμβάνει μαγιστριανὸς ἐπιφερόμενος βασιλικὰς ἐπιστολὰς τῆς ἀειμνήστου Εὐδοξίας, περιεῖχον δὲ τὰ γράμματα ἀσπασμὸν καὶ αἴτησιν εὐχῶν ὑπέρ τε αὐτῆς καὶ τῶν βασιλέων, τοῦ αὐτῆς ἀνδρὸς καὶ τοῦ τέκνου. Ἦν δὲ ἐν ἄλλῳ χάρτῃ, ἔσωθεν τῶν γραμμάτων, ὁ σκάριφος τῆς ἁγίας ἐκκλησίας σταυροειδὴς καθὼς νῦν σὺν θεῷ ὁρᾶται, καὶ περιεῖχον τὰ γράμματα ὥστε κατὰ τὸν σκάριφον κτισθῆναι τὴν ἁγίαν ἐκκλησίαν. Ἐχάρη δὲ ὁ ἐν ἁγίοις ἀναγνοὺς καὶ θεασάμενος τὸν σκάριφον· ἔγνω γὰρ ὅτι καὶ τοῦτο ἐγένετο κατὰ θείαν ἀποκάλυψιν, καὶ ἐμνήσθη τῆς γραφῆς λεγούσης· «Καρδία βασιλέως ἐν χειρὶ θεοῦ». Περιεῖχον δὲ τὰ γράμματα ἔτι καὶ κίονας πολυτίμους καὶ μάρμαρα μέλλειν πέμπεσθαι.