Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
76.1
Ἐκχοϊσθείσης οὖν τῆς τέφρας καὶ πάντων τῶν βδελυγμάτων περιαιρεθέντων, τὰ ὑπολειφθέντα σκύβαλα τῆς μαρμαρώσεως τοῦ Μαρνείου, ἅπερ ἔλεγον ἱερὰ εἶναι καὶ ἐν τόπῳ ἀβάτῳ τυγχάνειν, μάλιστα γυναιξίν, ταῦτα οὖν ἐκέλευσεν ὁ ὅσιος ἐπίσκοπος πρὸ τοῦ ναοῦ ἔξω εἰς τὴν πλατεῖαν πλακωθῆναι, ἵνα καταπατῶνται οὐ μόνον ὑπὸ ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν καὶ κυνῶν καὶ χοίρων καὶ κνωδάλων. Τοῦτο δὲ πλέον ἐλύπησεν τοὺς εἰδωλολάτρας τῆς καύσεως τοῦ ναοῦ. Ὅθεν οἱ πλείους αὐτῶν, μάλιστα αἱ γυναῖκες, οὐκ ἐπιβαίνουσι τοῖς μαρμάροις ἐκείνοις ἕως τοῦ νῦν. Μετὰ χρόνον δὲ ὀλίγον κηρύσσει νηστείαν ἐν μιᾷ ἡμέρᾳ, καὶ τῆς ἀπολύσεως τῶν ἑωθινῶν εὐχῶν γενομένης, ἐκέλευσεν ὁ θεοφιλὴς ἐπίσκοπος πάντα ἄνδρα φιλόχριστον δικέλλας καὶ ἄμας καὶ ἄλλα τοιαῦτα ὄργανα ὑπὸ ἑκάστου βασταγῆναι. Τοῦτο δὲ ἀπὸ τῆς ἑσπέρας ἦν προκηρύξας, ἵνα τὸ πρωῒ πάντες εὑρεθῶσιν ἐν εὐτρεπεῖ, ὃ δὴ καὶ γέγονεν.