Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 77 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
77.1
Συναχθέντος δὲ τοῦ λαοῦ μετὰ τῶν εἰρημένων ὀργάνων ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ τῇ ἐπωνύμῳ Εἰρήνῃ, ἐπέτρεψεν πάντας ψάλλοντας ὁμοῦ πορευθῆναι εἰς τὸ ποτὲ Μαρνεῖον, αὐτὸς δὲ ἐπηκολούθει βαστάζων τὸ ἅγιον εὐαγγέλιον καὶ περὶ αὐτὸν ἔχων τὸν εὐαγῆ κλῆρον, ὄντως μιμούμενος τὸν Χριστὸν μετὰ τῶν μαθητῶν. Προηγεῖτο δὲ τοῦ λαοῦ ὁ ἀείμνηστος Βαρωχᾶς βαστάζων τὸ ἐκτύπωμα τοῦ σημείου τοῦ σταυροῦ, ἐξ ἑκατέρων δὲ τῶν μερῶν τοῦ λαοῦ ἦσαν οἱ στρατιῶται οἱ ὑπολειφθέντες χάριν τῆς εὐταξίας τῆς πόλεως. Πορευόμενοι δὲ ἔψαλλον, καὶ ἐν τῇ θέσει τῆς διακοπῆς τοῦ ψαλμοῦ ἔλεγον τὸ ἀλληλούια· ἦν δὲ ὁ ψαλμὸς ὃν ἔλεγον· «Δεῦτε ἀγαλλιασώμεθα τῷ κυρίῳ, ἀλαλάξωμεν τῷ θεῷ τῷ σωτῆρι ἡμῶν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ ὅτι θεὸς μέγας κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν, ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτὴν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ.» Ἔλεγον δὲ καὶ ἄλλους ψαλμοὺς ἕως ὅτε εἰσῆλθον εἰς τὸ Μαρνεῖον.

Intertext edge

Open linked passage

Note