Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 78 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
78.1
Ἦν δὲ προτρεψάμενος ὁ ἐν ἁγίοις ἐπίσκοπος Ῥουφῖνον τὸν ἀρχιτέκτονα ἐκ τῆς Ἀντιόχου, πιστὸν ἄνδρα καὶ ἐπιστήμονα, δι' οὗ καὶ τὸ ἅπαν τῆς οἰκοδομῆς ἐτελειώθη. Οὗτος λαβὼν γύψον ἐσημειώσατο τὴν θέσιν τῆς ἁγίας ἐκκλησίας κατὰ τὸ σχῆμα τοῦ πεμφθέντος σκαρίφου ὑπὸ τῆς θεοφιλεστάτης Εὐδοξίας. Καὶ ποιήσας ὁ ὁσιώτατος ἐπίσκοπος εὐχὴν καὶ γονυκλισίαν, ἐπέτρεψεν τῷ λαῷ σκάπτειν. Εὐθέως δὲ πάντες μιᾷ ψυχῇ καὶ τῇ αὐτῇ προθυμίᾳ ἔσκαπτον βοῶντες· Ὁ Χριστὸς ἐνίκησεν. Οὐκ ἦν δὲ θεάσασθαι διαφορὰν ἀνδρὸς καὶ γυναικὸς ἢ γέροντος ἢ παιδίου, ἀλλ' ἡ προθυμία πᾶσιν τὴν αὐτὴν δύναμιν παρεῖχεν, καὶ οἳ μὲν ἔσκαπτον ἄλλοι δὲ ἐξεχόϊζον, ὥστε δι' ἡμερῶν ὀλίγων πάντας τοὺς τόπους τῶν θεμελίων ὀρυχθῆναι καὶ ἐκχοϊσθῆναι.

Intertext edge

Open linked passage

Note