Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Αὐτὸς δὲ νοήσας καὶ ὑπομειδιάσας χαριεντῶς ἔφη· Μὴ θαυμάσῃς, ἀδελφὲ Μάρκε, ὁρῶν με ὑγιῆ καὶ ἐρρωμένον, ἀλλὰ μάθε τὴν αἰτίαν τῆς ὑγείας καὶ τότε ὑπερθαύμασον τὴν ἄφατον φιλανθρωπίαν τοῦ Χριστοῦ, πῶς τὰ ἀπελπισμένα τοῖς ἀνθρώποις παρ' αὐτῷ εὐδιόρθωτα τυγχάνει. Ἐγὼ δὲ παρεκάλουν αὐτὸν εἰπεῖν μοι τὴν αἰτίαν τῆς ὑγείας καὶ πῶς τοιοῦτον πάθος περιέγραψεν. Ὃ δέ μοι ἀπεκρίνατο· Πρὸ ἡμερῶν περί που τεσσαράκοντα, ἐμοῦ ὄντος ἐν τῇ ἀγρυπνίᾳ τῆς ἁγίας κυριακῆς, κατέσχεν με ἄφατος ὀδύνη τοῦ ἥπατος, καὶ μὴ φέρων τὴν ἀλγηδόνα, ἀπελθὼν ἀνεκλίθην πλησίον τοῦ ἁγίου κρανίου, καὶ ἐκ τῆς πολλῆς ὀδύνης ἐγενόμην ὡς ἐν ἐκστάσει, καὶ ὁρῶ τὸν σωτῆρα καθηλωμένον ἐν σταυρῷ καὶ ἕνα τῶν λῃστῶν σὺν αὐτῷ κρεμάμενον ἐν ἄλλῳ σταυρῷ, καὶ ἄρχομαι κράζειν καὶ λέγειν τὴν φωνὴν τοῦ λῃστοῦ· «Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου». Καὶ ἀποκριθεὶς ὁ σωτὴρ λέγει τῷ κρεμαμένῳ λῃστῇ· Κάτελθε ἐκ τοῦ σταυροῦ καὶ σῶσον ἐκεῖνον τὸν ἀνακείμενον ὥσπερ καὶ σὺ ἐσώθης. Καὶ κατελθὼν ὁ λῃστὴς ἐκ τοῦ σταυροῦ περιέλαβέν με καὶ κατεφίλησεν, καὶ προτείνας τὴν δεξιὰν ἀνέστησέν με λέγων· Ἐλθὲ πρὸς τὸν σωτῆρα. Καὶ εὐθέως ἀνέστην καὶ ἔδραμον πρὸς αὐτόν, καὶ ὁρῶ αὐτὸν καταβάντα ἐκ τοῦ σταυροῦ καὶ λέγοντά μοι· Λάβε τὸ ξύλον τοῦτο καὶ φύλαξον. Καὶ λαβὼν τὸ αὐτὸ τίμιον ξύλον καὶ βαστάσας, εὐθέως ἦλθον εἰς ἐμαυτὸν ἀπὸ τῆς ἐκστάσεως, καὶ ἐξ αὐτῆς τῆς ὥρας οὐκέτι μοι ὀδύνη ἐγένετο, οὐδὲ ὁ τόπος τοῦ πάθους δῆλός ἐστιν.