Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 80 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
80.1
Ἐγένετο δὲ μέγα θαῦμα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Φρέατα τυγχάνουσιν ἔσωθεν τοῦ περιβολαίου τοῦ ἱεροῦ, ἐξ ὧν ἐστιν ἓν ἀπὸ δυτικοῦ μέρους τῆς νῦν ἁγίας τοῦ θεοῦ ἐκκλησίας, οὐκ ὀλίγον βάθος ἔχον. Τρεῖς οὖν παῖδες διψήσαντες ἀπῆλθον ἐπὶ τὸ πιεῖν, καὶ πλησιάσαντες τῷ στομίῳ τοῦ φρέατος, παρέκυπτον ἐπερειδόμενοι τῷ ξύλῳ τῷ ἐπὶ τοῦ στομίου, οἷα συμβαίνει παῖδας ποιεῖν, καὶ κλασθέντος τοῦ ξύλου οἱ τρεῖς ἔπεσαν εἰς τὸ φρέαρ. Τινὲς δὲ ἐκεῖ εὑρεθέντες ἀπῆλθον καὶ ἀνήγγειλαν τῷ λαῷ τὰ γενόμενα. Ἐγένετο δὲ οὐ μικρὸς θόρυβος, πάντων συντρεχόντων ἐπὶ τὸ φρέαρ. Γνοὺς δὲ τὸ γεγονὸς ὁ ὁσιώτατος Πορφύριος καὶ αὐτὸς δραμὼν ἐπὶ τὸν τόπον, ἐκέλευσεν ἡσυχίαν γενέσθαι, καὶ γενομένης ἤρξατο εὔχεσθαι καὶ δέεσθαι τοῦ Χριστοῦ μετὰ πολλῶν δακρύων ἵνα ζῶντα καὶ ἀσινῆ τὰ παιδία διαφυλάξῃ, καὶ μάλιστα διὰ τοὺς εἰδωλομανεῖς, ἵνα μὴ εἴπωσιν· Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν εἰς ὃν ἤλπιζον; Καὶ ποιήσας ὥραν μίαν χαμαὶ κεκλιμένος καὶ ἀναστάς, ἐπέτρεψεν κατελθεῖν τινα διὰ τῶν σχοινίων τῶν κάδων, τὴν ἔρευναν τῶν παίδων ποιήσασθαι. Ἐβόων γὰρ οἱ ἀπὸ τοῦ πλήθους, καλοῦντες τὰ παιδία, καὶ οὐδεὶς ἦν ὁ ὑπακούων κάτωθεν ἐκ τοῦ φρέατος.

Intertext edge

Open linked passage

Note