Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
81.1
Κατελθόντος δὲ τοῦ ἀνδρὸς εὑρέθησαν οἱ τρεῖς παῖδες καθήμενοι ἐπάνω λίθου μεγάλου ἀσινεῖς καὶ ἱλαροὶ ὁμιλοῦντες ἀλλήλοις. Ὡς δὲ ἐθεάσατο αὐτοὺς ὁ ἀνήρ, ὑπερεθαύμασεν καὶ ἐδόξασεν τὸν θεόν, καὶ βοήσας κάτωθεν εἶπεν· Δοξάσατε τὸν κύριον, ζῶσιν γὰρ οἱ τρεῖς παῖδες. Ἀκούσας δὲ ὁ ἐν ἁγίοις ὅσιος ἐπίσκοπος καὶ οἱ τοῦ λαοῦ ἐχάρησαν, καὶ πέμψαντες σπυρίδαν μεγάλην ἐπέτρεψεν τοὺς τρεῖς ὁμοῦ ἀνενεχθῆναι. Μικροὶ γὰρ ἦσαν ὡς ἀπὸ ἐτῶν ἓξ ἢ ἑπτά. Δεξάμενος δὲ ὁ κάτω τὴν σπυρίδα καὶ δεσμήσας ἀσφαλῶς ἐκάθισεν τοὺς τρεῖς, παραγγείλας αὐτοῖς κλεῖσαι τοὺς αὐτῶν ὀφθαλμοὺς ἄχρις οὗ τὸ ἄνω φθάσωσιν καὶ λέγειν· Ἰησοῦ Χριστέ, σῶσον. Καὶ ποιήσας τοῦτο, ἐβόησεν μετὰ καταστάσεως σῦραι τὸ σχοινίον, καὶ σύροντες ἔλεγον τὸν ὕμνον τῶν τριῶν παίδων· «Εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν». Καὶ ὡς ἔφθασαν καὶ ἐθεάσατο αὐτοὺς ὁ ἐν ἁγίοις ἐπίσκοπος (οὗτος γὰρ ἐτύγχανεν κατὰ τοῦ στομίου τοῦ φρέατος ἑστὼς καὶ κρατῶν τὸ σχοινίον), καὶ πλησθεὶς χαρᾶς καὶ δακρύων ἀνεβόησεν εἰπών· «Εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον, ὑμνεῖτε». Ὡς δὲ ἐπῆραν αὐτοὺς ἐκ τοῦ σπυριδίου, ἠρεύνησαν μή τι τοῦ σώματος αὐτῶν ἔπληκται, καὶ οὐδὲν εὑρέθη φαῦλον ἐν αὐτοῖς, ἀλλὰ μέγα θαῦμα ἐθεασάμεθα.