Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
82.1
Οἱ γὰρ τρεῖς σταυροειδῆ σημεῖα εὑρέθησαν ἔχοντες ὡς ἀπὸ ξέσματος βελόνης, ὃ μὲν ἐν τῷ μέσῳ τοῦ μετώπου, ὃ δὲ ἐπάνω τῆς δεξιᾶς χειρὸς περὶ τοὺς δακτύλους, ὁ δὲ ἄλλος εἰς τὸν δεξιὸν ὦμον. Ἦν δὲ τὰ σταυρία καλῶς τετυπωμένα, μήτε λοξὰ μήτε σκαμβά, ἀλλ' ἑνὸς μέτρου, ὡς δῆλα αὐτὰ εἶναι θεοσήμεια· οὔτε γὰρ πόνον ἐποίουν αὐτοῖς, ἀλλ' οὐδὲ αἷμα, ἀλλ' ἦν τετυπωμένα ὡς ἀπὸ κινναβάρεως. Ἔμειναν δὲ ἐν αὐτοῖς ἱκανὸν χρόνον πρὸς τὸ πάντας ὁρᾶν καὶ θαυμάζειν· πολλοὶ γὰρ καὶ τῶν ἀλλοεθνῶν θεασάμενοι ἐπίστευσαν.