Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
83.1
Ἀνενεχθεὶς δὲ καὶ ὁ ἄνθρωπος ὁ καταβὰς χάριν τῶν παιδίων εἰς τὸ φρέαρ, διεβεβαιοῦτο ὅρκοις λέγων ὅτι Ἡνίκα ἔβαλον αὐτοὺς ἐν τῇ σπυρίδι καὶ ἀνεφέροντο, ἐθεώρουν ὡσεὶ ἀστραπὴν κύκλῳ αὐτῶν ἕως ὅτε ἔφθασαν τὸ στόμιον τοῦ φρέατος. Ἐγένετο δὲ χαρὰ τοῖς Χριστιανοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοῖς δὲ εἰδωλολάτραις λύπη καὶ σκάνδαλον. Ἡ δὲ οἰκοδομὴ προέκοπτεν καθ' ἡμέραν, πάντων προθύμως καὶ σπουδαίως ἐργαζομένων· οὔτε γὰρ ἦν ὁ ἀποστερούμενος τὸν μισθὸν αὐτοῦ, ἀλλὰ καὶ περισσὸν παρεῖχεν φιλοτιμούμενος τοὺς ἐργαζομένους· ἔλεγεν γάρ· Δίκαιόν ἐστιν ἵνα μὴ λάβῃ κατάραν ἀλλ' εὐλογίαν τὸ πᾶν ἔργον τῆς οἰκοδομῆς.