Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
84.1
Τῷ δὲ ἑξῆς ἐνιαυτῷ πέμπει ἡ βασίλισσα Εὐδοξία τοὺς στύλους οὓς ἐπηγγείλατο, θαυμαστοὺς ὄντας καὶ μεγάλους, τὸν ἀριθμὸν τριάκοντα καὶ δύο (καλοῦνται δὲ Καρύστιοι), οἵτινές εἰσιν ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ σμαράγδων δίκην λάμποντες. Καταπλευσάντων δὲ αὐτῶν, πάλιν ἐδείχθη ἡ σπουδὴ καὶ ἡ προθυμία τοῦ φιλοχρίστου λαοῦ· πάντες γὰρ ἀκούσαντες εὐθέως ἔδραμον ἐπὶ τὸν αἰγιαλόν, οὐ μόνον δὲ ἄνδρες, ἀλλὰ καὶ γυναῖκες καὶ παῖδες καὶ γέροντες (πάντας γὰρ ὁ πόθος τῆς πίστεως ἐνεδυνάμου), καὶ ἀγαγόντες ἁμάξας, ἐπιθέντες ἕκαστον στύλον εἶλκον καὶ ἀπετίθεντο ἐν τῷ ὑπαίθρῳ τοῦ ἱεροῦ, καὶ πάλιν ὑπέστρεφον καὶ διεκόμιζον ἕτερον ἕως οὗ ὅλους διεκόμιζον. Καὶ ταῦτα μὲν περὶ τούτων. 85 Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπεδήμησεν τῇ πόλει γυνή