Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
86.1
Ὁμολογοῦσιν δὲ καὶ Χριστόν, δοκήσει γὰρ αὐτὸν λέγουσιν ἐνανθρωπῆσαι· καὶ αὐτοὶ γὰρ δοκήσει λέγονται Χριστιανοί. Τὰ γὰρ γέλωτος καὶ δυσφημίας ἄξια παραλιμπάνω, ἵνα μὴ πληρώσω τὴς ἀκοὰς τῶν ἐντυγχανόντων ἤχους βαρυτάτου καὶ τερατολογίας. Τὰ γὰρ Φιλιστίωνος τοῦ σκηνικοῦ καὶ Ἡσιόδου καὶ ἄλλων λεγομένων φιλοσόφων συμμίξαντες τοῖς τῶν Χριστιανῶν, τὴν ἑαυτῶν αἵρεσιν συνεστήσαντο. Ὥσπερ γὰρ ζωγράφος, ἐκ διαφόρων χρωμάτων μῖξιν ποιῶν, ἀποτελεῖ δοκήσει ἄνθρωπον ἢ θηρίον ἢ ἄλλο τι πρὸς ἀπάτην τῶν θεωρούντων, ἵνα δόξῃ τοῖς μὲν μώροις καὶ ἀνοήτοις ἀληθῆ τυγχάνειν, τοῖς δὲ νοῦν ἔχουσι σκιὰ καὶ ἀπάτη καὶ ἐπίνοια ἀνθρωπίνη, οὕτως καὶ οἱ Μανιχαῖοι, ἐκ διαφόρων δογμάτων ἀντλήσαντες, ἀπετέλεσαν τὴν αὐτῶν κακοδοξίαν, μᾶλλον δὲ ἐκ διαφόρων ἑρπετῶν τὸν ἰὸν συναγαγόντες καὶ μίξαντες, θανατηφόρον φάρμακον κατεσκεύασαν πρὸς ἀναίρεσιν ἀνθρωπίνων ψυχῶν. Ὡς δὲ προείρηται, ἐνδημησάσης τῆς λοιμοφόρου γυναικός, τινὲς τῇ ἀπατώδει αὐτὴς διδασκαλίᾳ συναπήχθησαν.