Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 87 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
87.1
Μεθ' ἡμέρας δέ τινας γνοὺς παρά τινων πιστῶν ὁ ἐν ἁγίοις Πορφύριος, μεταπεμψάμενος αὐτὴν ἐπηρώτα, τίς καὶ πόθεν ὑπῆρχεν καὶ ποίαν δόξαν ἐπιφέρεται. Ἣ δὲ καὶ τὴν πατρίδα καὶ ὅτι Μανιχαία ἐτύγχανεν ὡμολόγησεν. Τῶν δὲ περὶ αὐτὸν ὀργῇ κινηθέντων (ἦσαν γὰρ παρ' αὐτῷ τινες εὐλαβεῖς) ὁ μακάριος παρεκάλει αὐτοὺς μὴ θυμοῦσθαι ἀλλὰ μεθ' ὑπομονῆς παραινέσαι καὶ ἅπαξ καὶ δίς, φυλάττων τὸ ῥητὸν τοῦ ἁγίου Ἀποστόλου. Εἶτα λέγει τῇ γυναικί· Ἀπόσχου, ἀδελφή, ταύτης τῆς κακοδοξίας· σατανικὴ γὰρ τυγχάνει. Ἣ δὲ ἀπεκρίνατο· Λέγε καὶ ἄκουε, καὶ ἢ πείθεις ἢ πείθῃ. Ὁ δὲ μακάριος εἶπεν· Εὐτρεπίζου εἰς τὴν αὔριον καὶ παραγενοῦ ἐνταῦθα. Ἣ δὲ συνταξαμένη ἐξῆλθεν. Ὁ δὲ μακάριος νηστεύσας καὶ πολλὰ δεηθεὶς τοῦ Χριστοῦ ἵνα καταισχύνῃ τὸν διάβολον, ηὐτρεπίσθη εἰς τὴν ἑξῆς, προσεκαλέσατο δέ τινας τῶν εὐλαβῶν κληρικῶν τε καὶ λαϊκῶν εἰς τὸν διάλογον αὐτοῦ τε καὶ τῆς γυναικός.

Intertext edge

Open linked passage

Note