Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
88.1
Τῇ δὲ ἐπαύριον παραγίνεται ἡ γυνή, ἔχουσα μεθ' ἑαυτῆς ἄνδρας δύο καὶ τοσαύτας γυναῖκας· ἦσαν δὲ νεώτεροι καὶ εὐειδεῖς, ὠχροὶ δὲ πάντες, ἡ δὲ Ἰουλία ἦν προβεβηκυῖα. Ὅλοι δὲ ὥρμουν ἀπὸ λόγων τῆς κοσμικῆς παιδείας, πολλῷ δὲ πλέον ἡ Ἰουλία. Τὸ δὲ πρόσχημα αὐτῶν ἦν ταπεινὸν καὶ τὸ ἦθος ἤπιον, τὸ δὲ δὴ λεγόμενον· ἔξωθεν πρόβατα, ἔσωθεν δὲ λύκοι ἅρπαγες καὶ θηρία ἰοβόλα· πάντα γὰρ μεθ' ὑποκρίσεως λαλοῦσίν τε καὶ πράττουσιν. Εἶτα ἐπιτραπέντες καθίσαι, τὴν ζήτησιν ἐποιοῦντο. Ὁ δὲ ἐν ἁγίοις βαστάζων τὰ ἅγια εὐαγγέλια καὶ ποιήσας τὴν σφραγῖδα τοῦ σταυροῦ ἐν τῷ στόματι αὐτοῦ, ἤρξατο ἐπερωτᾶν αὐτὴν ἐξειπεῖν τὴν δόξαν αὐτῆς. Ἣ δὲ ἤρξατο λέγειν. Ὁ δὲ ἀδελφὸς Κορνήλιος ὁ διάκονος ὁ πρὸ βραχέος ὀνομασθείς, ἐπιστάμενος τὰ Ἐννόμου σημεῖα, ἐπιτραπεὶς παρὰ τοῦ μακαριωτάτου ἐπισκόπου πάντα τὰ λεγόμενα καὶ ἀντιτιθέμενα ἐσημειοῦτο, ἐμοῦ καὶ τοῦ ἀδελφοῦ Βαρωχᾶ ὑπομνῃσκόντων. Τὸν δὲ διάλογον οὐκ ἔγραψα ἐν τούτῳ τῷ βιβλίῳ διὰ τὸ εἶναι μέγαν, βουλόμενος ἐν ἐπιτομῇ ποιήσασθαι τὴν παροῦσαν συγγραφήν, ἐν ἑτέρῳ δὲ βιβλίῳ αὐτὸν ἐξεθέμην τοῖς βουλομένοις γνῶναι τήν τε σοφίαν τὴν δοθεῖσαν παρὰ θεοῦ τῷ ὁσιωτάτῳ Πορφυρίῳ καὶ τοὺς γραώδεις μύθους οὓς ἐφλυάρησεν ἡ τερατολόγος καὶ φαρμακὸς Ἰουλία, ἥντινα μετῆλθεν ἡ θεία δίκη ὀξέως.