Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
89.1
Μετὰ γὰρ τὸ πολλὰ καὶ ἐπὶ πλείστας ὥρας μυθολογῆσαι καὶ τὰς συνήθεις βλασφημίας εἰπεῖν εἰς τὸν τῶν ὅλων κύριον καὶ θεόν, κινηθεὶς ὑπὸ τοῦ θεϊκοῦ ζήλου ὁ ἐν ἁγίοις Πορφύριος, ὁρῶν τὸν τὰ πάντα περιέχοντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα βλασφημούμενον ὑπὸ γυναικὸς ἐνεργουμένης ὑπὸ τοῦ διαβόλου καὶ συγκαταβαινούσης τῷ ἐκείνου θελήματι, ἀπεφήνατο κατ' αὐτῆς εἰπών· Ὁ θεὸς ὁ τὰ πάντα ποιήσας, ὁ μόνος ἀΐδιος, μήτε ἀρχὴν μήτε τέλος ἔχων, ὁ ἐν τριάδι δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.