Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 8 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Ἐγὼ δὲ ταῦτα ἀκούσας, ὑπερεθαύμασα καὶ ἐδόξασα τὸν θεὸν τὸν ἀεὶ ἔλεος ποιοῦντα τοῖς ἐπικαλουμένοις αὐτόν, πολλῷ δὲ πλέον τοῖς γνησίως καὶ εἰλικρινῶς δεομένοις αὐτόν. Ἐξ ἐκείνου δὲ περισσότερον οἰκοδομήθην εἰς τὸν ἄνδρα (ὄντως γὰρ αὐτὸν εἶχον δοῦλον θεοῦ), καὶ ἀποκαταστήσας αὐτῷ πάντα ὅσα ἐνήνοχα, ἔμεινα παρ' αὐτῷ ἐξυπηρετούμενος αὐτῷ καὶ ἀπολαύων τῶν πνευματικῶν αὐτοῦ λόγων· ὄντως γὰρ ἦν ἄμεμπτος ἄνθρωπος, πραότατος, ἐλεήμων, ἔχων καὶ τὸ διακριτικὸν τῆς θείας γραφῆς καὶ διαλύων τὰ ἐν αὐτῇ ἀπορούμενα εἰ καί τις ἄλλος (ἀλλ' οὐδὲ τῆς ἔξωθεν παιδείας ἦν ἄμοιρος), ἀπαντῶν καὶ ἀποστομίζων ἀπίστους καὶ κακοπίστους, φιλόπτωχος, συμπαθητικός, ἐγγὺς ἔχων τὸ δάκρυον, γέροντας τιμῶν ὡς πατέρας, νεωτέρους ὡς ἀδελφούς, παιδία ὡς τέκνα, ἤπιον καὶ ταπεινὸν ἔχων τὸ ἦθος καὶ τὸν λόγον, οὐκ ἐν προσποιήσει ἀλλ' ἀληθείᾳ (οὔτε γὰρ ἦν δόλος ἐν αὐτῷ), σωφρονέστατος ὡς αὐτὸν φθάσαι τὴν τελείαν ἀπάθειαν, ἀόργητος, ἀμνησίκακος, μὴ συγχωρῶν τὸν ἥλιον δῦναι ἐπὶ τῷ παροργισμῷ αὐτοῦ, πάντα ἔχων τὰ πάθη νεκρά, πλὴν τοῦ θυμοῦ ὃν ἐκίνει κατὰ τῶν ἐχθρῶν τῆς πίστεως.

Intertext edge

Open linked passage

Note