Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 90 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
90.1
Εὐθέως δὲ σὺν τῇ ἀποφάσει καὶ ἡ τιμωρία ἐπηκολούθησεν· ἤρξατο γὰρ τρέμειν ἡ Ἰουλία καὶ ἀλλοιοῦσθαι τὸ πρόσωπον, καὶ μείνασα ἐν ἐκστάσει ἐπὶ ἱκανὴν ὥραν οὐκ ἐλάλει, ἀλλ' ἦν ἄφωνος καὶ ἀκίνητος, τοὺς ὀφθαλμοὺς ἔχουσα διηνοιγμένους καὶ προσέχοντας τῷ ὁσιωτάτῳ ἐπισκόπῳ. Οἱ δὲ σὺν αὐτῇ θεασάμενοι ἃ ὑπέστη, ἐφοβήθησαν σφόδρα· ἐψυχαγώγουν δὲ αὐτὴν καὶ ἐπῇδον εἰς τὸ οὖς αὐτῆς, καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις. Ποιήσασα δὲ ὥραν ἱκανὴν ἄφωνος παρέδωκεν τὴν ψυχήν, ἀπελθοῦσα εἰς ὅπερ ἐτίμησεν σκότος, φῶς αὐτὸ ἡγησαμένη, κατὰ τὴν γραφὴν τὴν λέγουσαν· «Οὐαὶ τοῖς ποιοῦσι τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ, τοῖς τιθεῖσι τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος». Ἐπέτρεψεν δὲ ὁ ἐν ἁγίοις Πορφύριος περισταλῆναι αὐτῆς τὸ σῶμα καὶ ταφῇ παραδοθῆναι, ἐλεήσας τὴν ἀνθρωπείαν φύσιν· ἦν γὰρ καθ' ὑπερβολὴν εὔσπλαγχνος.

Intertext edge

Open linked passage

Note