Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
91.1
Ὅσοι δὲ ἤκουσαν τὸ γενόμενον ὑπερεθαύμασαν, οὐ μόνον οἱ τῆς ἡμετέρας πίστεως, ἀλλὰ καὶ οἱ ἀλλοεθνεῖς. Οἱ δὲ μετ' αὐτῆς δύο ἄνδρες καὶ γυναῖκες καὶ ὅσοι ὑπεφθάρησαν παρ' αὐτῆς, δραμόντες προσέπεσαν τοῖς ποσὶ τοῦ μακαριωτάτου ἐπισκόπου λέγοντες· Πεπλανήμεθα, καὶ ᾔτουν μετάνοιαν. Ὁ δὲ μακάριος ἐποίησεν πάντας ἀναθεματίσαι τὸν Μάνην τὸν ἀρχηγὸν τῆς αὐτῶν αἱρέσεως, ἐξ οὗ καὶ Μανιχαῖοι ἐκλήθησαν, καὶ κατηχήσας αὐτοὺς δεόντως ἐπὶ πλείστας ἡμέρας προσήγαγεν τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ. Προφάσει δὲ ἐκείνων καὶ ἄλλοι τῶν ἀλλοεθνῶν μετανοήσαντες ἐφωτίσθησαν.