Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 92 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
92.1
Μετὰ δὲ πενταετῆ χρόνον ἐτελειώθη τὸ ἔργον τῆς ἁγίας ἐκκλησίας τῆς μεγάλης, ἐκλήθη δὲ Εὐδοξιανὴ ἐκ τοῦ ὀνόματος τῆς θεοφιλεστάτης Εὐδοξίας τῆς βασιλίδος. Ἐπετέλεσεν δὲ ὁ ὁσιώτατος Πορφύριος τὰ ἐγκαίνια τῇ ἡμέρᾳ τῇ ἀναστασίμῳ τοῦ ἁγίου Πάσχα πολυτελῶς, μὴ φεισάμενος δαπάνης, ἀλλὰ συνάξας πάντας τοὺς μοναχοὺς τῆς περιχώρου, ὡς ὀνόματα χίλια, μετ' ἄλλων εὐλαβῶν κληρικῶν καὶ λαϊκῶν καὶ ἐπισκόπων, ἐποίησεν εὐφροσύνην τὰς πάσας ἡμέρας τοῦ ἁγίου Πάσχα. Καὶ ἦν θεάσασθαι ἀγγελικοὺς χοροὺς οὐ μόνον ἐν τῇ ἀκολουθίᾳ τῇ ἐκκλησιαστικῇ, ἀλλὰ καὶ ἐν ταῖς ὥραις, ἡνίκα ἐγεύοντο. Οὐ μόνον γὰρ ἦν ἡ τράπεζα αἰσθητή, ἀλλὰ καὶ πνευματική. Μετὰ γὰρ τὸ ὄψον ἐλέγετο ψαλμὸς καὶ μετὰ τὸ πόμα ὕμνος. Οἱ δὲ τῆς εἰδωλομανίας ὁρῶντες τὰ γινόμενα ἐτήκοντο τῇ καρδίᾳ. Καὶ γὰρ πανταχόθεν ἤρχοντο ξένοι θεάσασθαι τὸ κάλλος καὶ τὸ μέγεθος τῆς εἰρημένης ἁγίας ἐκκλησίας· ἐλέγετο γὰρ πασῶν τῶν ἐκκλησιῶν τῶν κατ' ἐκεῖνο καιροῦ μείζων.

Intertext edge

Open linked passage

Note