Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 93 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
93.1
Τούτου ἕνεκεν ὅτε τοὺς θεμελίους ἔβαλεν, τὴν ἀρχὴν ἐνεκαλεῖτο παρά τινων πιστῶν ὅτι μεγάλην αὐτὴν ἐχάραξεν ὀλίγων ὄντων τῶν Χριστιανῶν ἐν τῇ πόλει, καὶ ἀποκριθεὶς ὁ ὁσιώτατος Πορφύριος εἶπεν· Μὴ ἔσηται ἡ πίστις ὑμῶν ὀλίγη· εὔελπις γάρ εἰμι εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, ὅτι πληθυνεῖ τὴν ποίμνην αὐτοῦ καὶ μεγαλυνεῖ πλέον τὸν οἶκον αὐτοῦ ἐκ τοῦ μὴ δύνασθαι τὰ πλήθη τῶν Χριστιανῶν χωρεῖν· οὔτε γάρ ἐστιν ἀνθρώπινον τὸ τῶν Χριστιανῶν δόγμα, ἵνα πρὸς καιρὸν ὀφθῇ καὶ καταλυθῇ, ἀλλὰ θεϊκὸν καὶ αὔξησιν ἐπιδεχόμενον. Ταῦτα καὶ τὰ τοιαῦτα ἀεὶ διελέγετο ὁ μακάριος τοῖς πιστοῖς, οὐ μόνον ἐν τῇ ἐκκλησίᾳ ἀλλὰ καὶ ἐν ἑκάστῳ τόπῳ φωταγωγῶν καὶ ὠφελῶν τὸν φιλόχριστον λαόν. Μετὰ δὲ τὰς ἡμέρας τῆς ἑορτῆς τὰ πλήθη μετ' εἰρήνης ἀπέλυσεν ἕκαστον εἰς τὰ ἴδια.

Intertext edge

Open linked passage

Note