Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
94.1
Μετὰ δὲ τὸ κτίσαι καὶ ἁγιάσαι τὴν εἰρημένην ἁγίαν ἐκκλησίαν, ἔταξεν δίδοσθαι ἑκάστῳ ξένῳ ἐνδημοῦντι τῇ πόλει μιᾶς ἡμέρας τὸ ἀνάλωμα, ἐχορήγει δὲ καὶ ἑκάστῳ πτωχῷ ξένῳ τε καὶ πολίτῃ καθ' ἑκάστην ἡμέραν ἀνὰ ὀβολοὺς ἕξ, ἐκτὸς ὧν αὐτὸς παρεῖχεν δι' ἑαυτοῦ τοῖς προσερχομένοις αὐτῷ ἔν τε ἱματίοις καὶ ἀργυρίῳ καὶ χρυσίῳ, ἑκάστῳ παρέχων πρὸς τὴν αὐτοῦ ἀξίαν, καὶ οὐδεὶς ἦν ἄμοιρος τῶν δεομένων τῶν αὐτοῦ χαρισμάτων. Ἐν δὲ ταῖς ἡμέραις τῶν νηστειῶν τῆς ἁγίας πασχαλίας ἐχορήγει ἑκάστῳ πτωχῷ ἀνὰ ὀβολοὺς ˉι ἐπὶ ἡμέρας τεσσαράκοντα. Παρακελευσάμενος ἐν τῇ αὐτοῦ εὐσεβεῖ διαθήκῃ πάντως δίδοσθαι τοὺς εἰρημένους δέκα ὀβολοὺς τὰς τεσσαράκοντα ἡμέρας, ἀφορίσαι δὲ πρόσοδον ἐξ ἧς αὐτοὺς δίδοσθαι βουληθείς, ἐν τῇ εἰρημένῃ διαθήκῃ ἐνέταξεν εἰ μὴ χορηγηθείη ταῦτα καθ' ἕκαστον ἐνιαυτόν, τὴν εἰρημένην πρόσοδον ἔρχεσθαι εἰς τὴν ἁγίαν ἐκκλησίαν Καισαρείας. Ταῦτα δὲ ὕστερον ἐγένετο.