Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
95.1
Οἱ δὲ τῆς εἰδωλομανίας ὅσον ἐθεώρουν προκόπτοντα τὸν Χριστιανισμόν, τοσοῦτον ἐμανιοῦντο καὶ ἐσπούδαζον κακῶσαι τοὺς Χριστιανούς, καὶ πρό γε πάντων, τὸν ὅσιον αὐτῶν ποιμένα Πορφύριον. Ποτὲ γὰρ ἀντιβολῆς γεναμένης χάριν χωρίων μεταξὺ τοῦ οἰκονόμου τῆς ἁγίας ἐκκλησίας καὶ Σαμψύχου τοῦ πρωτεύοντος, ὁ θεοφιλὴς Βαρωχᾶς, ὁρῶν τὸν οἰκονόμον ὑβριζόμενον, ἀντελάβετο αὐτοῦ καὶ ἤρξατο ὑβρίζειν τὸν εἰρημένον Σάμψυχον. Ἀκούσαντες δὲ οἱ λοιποὶ τοῦ βουλευτηρίου, συναχθέντες ἐπῆλθον τῷ τε οἰκονόμῳ καὶ τῷ θεοφιλεῖ Βαρωχᾷ. Συνανέβησαν δὲ τοῖς βουλευταῖς καὶ πολλοὶ τῶν πολιτῶν, πρόφασιν εὑρόντες τοῦ κακῶσαι τοὺς ἀπὸ τῆς πίστεως, καὶ ὡς ἂν εἴποι τις, ἀπὸ μικροῦ σπινθῆρος τοσοῦτον πῦρ ἥφθη καὶ ἐξεκαύθη ὡς κινδυνεῦσαι πάντας τοὺς Χριστιανοὺς καὶ ἀπολέσθαι. Τοσοῦτον γὰρ ἐμάνησαν οἱ εἰδωλολάτραι ὡς αὐτοὺς ἐπᾶραι καὶ ξίφη καὶ ῥόπαλα καὶ φονεῦσαι ὀνόματα ἑπτὰ καὶ ἄλλους πολλοὺς πλῆξαι.