Vita Porphyrii episcopi Gazensis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus">
—
⋯
Original / primary: Pg Scrape Grc
96.1
Εἶτα μὴ ἀρκεσθέντες τούτοις, ἐπ' αὐτὸν τὸν ποιμένα ὥρμησαν. Προδραμόντες δέ τινες χαίροντες τῷ ἀγαθῷ, ἀπήγγειλαν τῷ ὁσιωτάτῳ ἐπισκόπῳ τὴν καταδρομὴν τοῦ πλήθους. Ἀκούσας δὲ ὁ μακάριος, προσκαλεσάμενος με εἶπεν· Φύγωμεν, ἀδελφέ, καὶ κρυβῶμεν μικρὸν ἕως οὗ παρέλθῃ ἡ ὀργὴ κυρίου. Καὶ τοιχοβατήσαντες ἐφύγομεν διὰ τῶν δωμάτων. Οἱ δὲ εἰδωλομανεῖς, κατεάξαντες τὰς θύρας τοῦ ἐπισκοπείου, ἐπεισῆλθον καὶ μὴ εὑρόντες τὸν ἐν ἁγίοις Πορφύριον, πάντα τὰ ἐκεῖ εὑρεθέντα διήρπασαν.