Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Porphyrii episcopi Gazensis
Marcus DiaconusGaze 97 · pg-scrape-grcMore by Marcus Diaconus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/marcus-diaconus" aria-label="More works by Marcus Diaconus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
97.1
Ἐγὼ δὲ καὶ ὁ μακάριος Πορφύριος φυγόντες διὰ τῶν δωμάτων, εὕραμεν παιδίσκην ὡς ἐτῶν δέκα τεσσάρων, ἥτις ἐπιγνοῦσα τὸν ὅσιον ἐπίσκοπον προσέπεσε τοῖς ποσὶν αὐτοῦ. Ὁ δὲ μακάριος ἐπηρώτησεν αὐτήν τις ἐτύγχανεν καὶ ποίων γονέων. Ἡ δὲ παιδίσκη ἀποκριθεῖσα εἶπεν ὅτι ὀρφανὴ τυγχάνει ἔκ τε πατρὸς καὶ μητρός, μάμμην δὲ ἔλεγεν ἔχειν γραῦν τῷ σώματι ἀσθενῆ, καὶ αὐτὴν ἐργάζεσθαι καὶ τρέφειν ἑαυτὴν καὶ τὴν αὐτῆς μάμμην. Ἐπηρώτα δὲ αὐτὴν εἰ Χριστιανὴ ὑπῆρχεν, ἣ δὲ πάλιν εἶπεν μὴ εἶναι, ἀλλ' ἐπιθυμεῖν ἐκ πολλοῦ· Εἴπερ εἰμὶ ἀξία. Ὁ δὲ εὔσπλαγχνος Πορφύριος ἀκούσας τὸν λόγον τῆς παιδίσκης καὶ κατανυγεὶς ἐδάκρυσεν εἰπών· Πῶς πρόχειρον ὑπάρχει εἰς τὸ ἀγαθὸν τὸ τῶν Γαζαίων γένος. Ἀλλ' ὁ ἀντικείμενος σπουδάζει ἐμποδίσαι τῇ τοιαύτῃ προαιρέσει, ὃν ὁ κύριος πατάξει τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. Εἶπεν δὲ τῇ κόρῃ· Ἄγαγε ἡμῖν ἐνταῦθα ψίαθον ἐν τῷ δωματίῳ τούτῳ, ἵνα μείνωμεν ἐνταῦθα ἕως οὗ κατασταθῇ ὁ θόρυβος τῆς πόλεως, καὶ μὴ ἀπαγγείλῃς τινὶ ὅτι ἐνταῦθά ἐσμεν. Ἣ δὲ ὅρκοις διεβεβαιοῦτο μὴ ἐκφαίνειν μηδὲ τῇ μάμμῃ αὐτῆς.

Intertext edge

Open linked passage

Note